1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

89

γεωργήσαντας τμήματα, τῆς καινῆς ὑμῶν αἱρέσεως κατηγοροῦντας ἐδείξαμεν, καὶ τῆς θείας φύσεως ἀναφανδὸν τὴν ἀπάθειαν κηρύττοντας, καὶ γλῶτταν ἑκατέραν, τὴν Ἑλλάδα φημὶ καὶ τὴν Ῥωμαίαν, σύμφωνον περὶ τῶν θείων ὁμολογίαν κηρύξασαν. {ΕΡΑΝ.} Θαυμάζω κἀγὼ τὴν τῶν ἀνδρῶν συμφωνίαν· πολλὴν μέντοι διαίρεσιν ἐν τοῖς λόγοις ἐθεασάμην. {ΟΡΘ.} Μὴ νεμεσήσῃς, ὦ φίλος. Ἡ σφόδρα γὰρ πρὸς τοὺς ἀντιπάλους διαμάχη τῆς ἀμετρίας αἰτία. Ταὐτὸ δὲ τοῦτο καὶ τοῖς φυτοκόμοις φίλον ποιεῖν. Ὅταν γὰρ ἴδωσι κεκλιμένον φυτόν, οὐ μόνον πρὸς τὸν ὀρθὸν ἀνιστῶσι κανόνα, ἀλλὰ καὶ πέρα τοῦ εὐθέος εἰς τὸ ἕτερον ἀνακλίνουσι μέρος, ἵν' ἡ πλέον εἰς τοὐναντίον ἐπίκλισις τὴν εὐθείαν πραγματεύσηται στάσιν. Ἵνα μέντοι γνῷς, ὡς οἱ τὴν πολύμορφον ταύτην αἵρεσιν κρατῦναι φιλονεικοῦντες τῇ τῶν βλασφημιῶν ὑπερ βολῇ καὶ τοὺς παλαιοὺς αἱρεσιάρχας ἀποκρύπτειν σπουδάζουσιν, ἄκουσον πάλιν τῶν Ἀπολιναρίου συγγραμμάτων, τῆς θείας φύσεως τὸ ἀπαθὲς κηρυττόντων καὶ τοῦ σώματος εἶναι τὸ πάθος ὁμολογούντων. Ἀπολιναρίου Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Τὸν λυθέντα ναόν, τουτέστι, τὸ σῶμα τοῦ ἀνιστῶντος αὐτὸν εἶπεν ὁ Ἰωάννης. Πάντως δὲ τὸ σῶμα ἕν ἐστι πρὸς αὐτόν, καὶ οὐκ ἄλλος τις παρ' αὐτοῖς. Εἰ δὲ ἓν πρὸς τὸν κύριον γέγονε τὸ σῶμα τοῦ κυρίου, τὰ ἴδια τοῦ σώματος ἴδια αὐτοῦ κατέστη διὰ τὸ σῶμα. Καὶ πάλιν. Τοῦτο γὰρ τὸ ἀληθές, ὅτι ἡ πρὸς τὸ σῶμα συνάφεια οὐ κατὰ περι γραφὴν τοῦ λόγου, ὥστε μηδὲν ἔχειν πλέον τῆς σωματώσεως. ∆ιὸ καὶ ἐν τῷ θανάτῳ μένει ἀθανασία περὶ τὸν αὐτόν. Εἰ γὰρ ὑπὲρ τὴν σύν θεσίν ἐστι ταύτην, καὶ ὑπὲρ τὴν διάλυσιν. ∆ιάλυσις δὲ ὁ θάνατος. Οὔτε γὰρ τῇ συνθέσει περιελήφθη· ἦ γὰρ ἂν ὁ κόσμος κεκένωτο· οὔτε ἐν τῇ διαλύσει τὸ ἐκ τῆς διαλύσεως ἐνδεὲς εἶχεν, ὥσπερ ἡ ψυχή. 248 Καὶ αὖθις. Ὥσπερ ἐκ τῶν μνημάτων τοὺς νεκροὺς προϊέναι φησὶν ὁ σωτήρ, καί τοι τῶν ψυχῶν ἐκεῖθεν οὐ προϊουσῶν, οὕτω καὶ ἑαυτὸν ἀναστήσεσθαί φησιν ἐκ νεκρῶν, καίτοι τοῦ σώματος ὄντος τοῦ ἀνισταμένου. Καὶ ἐν ἑτέρῳ δὲ παραπλησίῳ συγγράμματι ταῦτα γέγραφεν. Ἀνθρώπου τὸ ἀναστῆναι ἐκ νεκρῶν, θεοῦ δὲ τὸ ἀναστῆσαι. Ἑκάτερα δὲ Χριστός· θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Εἰ μόνον ἄνθρωπος ἦν ὁ Χριστός, οὐκ ἂν ἐζωοποίει νεκρούς· καὶ εἰ μόνον θεός, οὐκ ἂν ἰδίᾳ παρὰ τὸν πατέρα ἐζωοποίει τινὰς τῶν νεκρῶν. Ἑκάτερα δὲ Χριστός· θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Εἰ μόνον ἄνθρωπος ὁ Χριστός, οὐκ ἂν ἔσωζε κόσμον· καὶ εἰ μόνον θεός, οὐκ ἂν διὰ πάθους ἔσωζεν. Ἑκάτερα δὲ Χριστός· καὶ θεὸς ἄρα ἐστὶ καὶ ἄνθρωπος. Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς ἢ μόνον θεός, οὐκ ἂν ἦν μέσος θεοῦ καὶ ἀνθρώ πων. Καὶ μετ' ὀλίγα. Σὰρξ δὲ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλάς· καὶ οὔτε λόγοι σαρκὸς ἴδιοι οὔτε πράξεις· καὶ τοῖς πάθεσιν ὑποβαλλομένη κατὰ τὸ σαρκὶ προσῆκον ἰσχύει κατὰ τῶν παθῶν διὰ τὸ θεοῦ εἶναι σάρξ. Καὶ μετ' ὀλίγα πάλιν. Υἱὸς ἐπεδήμησε κόσμῳ σάρκα ἐκ τῆς παρθένου λαβών, ἣν ἐπλήρωσεν ἁγίου πνεύματος εἰς τὸν πάντων ἡμῶν ἁγιασμόν. Θανάτῳ δὲ τὴν σάρκα παραδούς, τὸν θάνατον ἔλυσε διὰ τῆς ἀναστάσεως εἰς τὴν πάντων ἡμῶν ἀνάστασιν. Ἐν δὲ τῷ περὶ πίστεως λογιδίῳ ταῦτά φησι. Καὶ τῶν περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύναμις εἶχε τὴν ἑαυτῆς. Ἀσεβεῖ οὖν ὁ τὸ πάθος ἀνάγων εἰς τὴν δύναμιν. Καὶ ἐν τῷ περὶ σαρκώσεως λογιδίῳ ταῦτα γέγραφε πάλιν. Ἐνταῦθα οὖν τὸν αὐτὸν δηλῶν, ἄνθρωπον μὲν ἐκ νεκρῶν ἐγερθέντα, ὡς θεὸν δὲ τῆς ἁπάσης βασιλεύοντα κτίσεως. {ΟΡΘ.} Εἶδες τέως ἕνα τῶν τῆς κενῆς αἱρέσεως διδασκάλων ἄντι κρυς τὴν τῆς θεότητος ἀπάθειαν κηρύττοντα, καὶ ναὸν καλοῦντα τὸ σῶμα, καὶ τὸν θεὸν λόγον ἀναστῆσαι τοῦτο λίαν ἰσχυριζόμενον. {ΕΡΑΝ.} Ἀκήκοά τε καὶ τεθαύμακα, καὶ λίαν αἰσχύνομαι, ὅτι καὶ 249 τῆς τοῦδε τοῦ ἀνδρὸς καινοτομίας ὤφθη φευκτότερα τὰ ἡμέτερα. {ΟΡΘ.} Ἐγὼ δέ σοι καὶ ἐξ ἑτέρας ἀγέλης αἱρετικῆς παρέξομαι μάρτυρα, διαρρήδην τῆς τοῦ μονογενοῦς θεότητος τὴν