90
εἰδὼς εἰς οἷον ἀγαθὸν τέλος ἡ κατ' αὐτοῦ παραστήσεται ἐπιβουλὴ, καὶ τοῦτο παρίστησι λέγων· Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ἐν μὲν οὖν τῷ καʹ ψαλμῷ, σαφῶς ἐκ προσώπου τοῦ Σωτῆρος λελεγμένῳ, εἴρητο· Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· τοῦ λόγου σημαίνοντος τῶν ἀποστόλων αὐτοῦ τὸν διασκορπισμὸν καὶ τὴν φυγὴν, ἣν ὑπέμειναν κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὅτε ἐπληροῦτο τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. Ὀστᾶ γὰρ ἦσαν τοῦ σώματος αὐτοῦ οἱ πρῶτοι αὐτοῦ μαθηταὶ, οἳ τότε μὲν διεσκορπίσθησαν σκανδαλισθέντες ἐπ' αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸς ἐδήλου λέγων· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Μετὰ δὲ τὴν ἀνάστασιν, θεασάμενοι αὐτὸν, ἐπληρώθησαν χαρᾶς καὶ ἀγαλλιάσεως. Καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ περὶ τῶν αὐτῶν λέλεκται· Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Σφόδρα δὲ κατάλληλα τῷ τοῦ Σωτῆρος ἡμῶν προσώπῳ καὶ τὰ τούτοις συνημμένα τυγχάνει, δι' ὧν εἴρηται· Ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Τούτοις ὅμοια καὶ ἐν ρηʹ ψαλμῷ εὑρήσεις ἐν οἷς εἴρηται· Καὶ ἐπολέμησάν με δωρεάν· ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπή 23.308 σεώς μου. Ἀτεκνίαν δὲ αὐτῷ εἰργάσαντο πάντα πράττοντι ἐπὶ τὸ συναγαγεῖν αὐτοὺς καὶ ἀναγεννῆσαι ἑαυτῷ ὃ δὴ καὶ ἐδήλου λέγων· Ποσάκις ἐθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Οὕτω γοῦν ἀνταπεδίδοσαν αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ αὐτοῦ. Ἀλλὰ γὰρ ἐν τούτοις ταῦτα θεσπίσας, διὰ τῶν ἑξῆς τὸ αὑτοῦ φιλάνθρωπον καὶ ἀνεξίκακον παρίστησι λέγων· Ἐγὼ δ' ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκῳ. Ἀντὶ δὲ τοῦ, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, σφόδρα θαυμαστῶς ὁ μὲν Ἀκύλας φησί· Καὶ ἐγὼ ἐν ἀῤῥωστίᾳ αὐτῶν ἔνδυσίς μου σάκκος· ὁ δὲ Σύμμαχος· Ἐμοῦ ἐν ταῖς ἀῤῥωστίαις αὐτῶν τὸ ἔνδυμα σάκκος· καὶ ὁ Θεοδοτίων δὲ καὶ ἡ πέμπτη ἔκδοσις· Ἐγὼ δὲ ἐν τῷ παρενοχλεῖσθαι αὐτοὺς, εἰρήκασιν. Ἐπεὶ γὰρ τοῖς ἐκείνων κακοῖς καὶ ταῖς ἀῤῥωστίαις τῆς αὐτῶν ψυχῆς συμπάσχων ὁ Σωτὴρ πένθους καὶ ὀδυρμῶν σύμβολα ποιεῖ, σάκκον περιβαλλόμενος ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ. ∆ιὸ καὶ ἐδίδασκε λέγων· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Νῦν ἡ ψυχή μου τετάρακται. Ταῦτα γὰρ ὑπερβολῇ φιλανθρωπίας ὑπέμεινεν ὑπερπάσχων καὶ ὑπεραλγῶν, οἷα πατὴρ ἐφ' υἱοὺς ἀπολλυμένους. ∆ιὸ ἔλεγεν ἐν προφήταις περὶ αὐτοῦ· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ πάλιν· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ αὖθις· Αὐτὸς δ' ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. ∆ιὸ καὶ ἐν ταῖς ἀῤῥωστίαις αὐτῶν καὶ ἐν τῷ παρενοχλεῖσθαι αὐτοὺς, ἐκείνους θεωρῶν ὁ Σωτὴρ τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, καὶ τὴν ἐσχάτην ἀπώλειαν, ὑπὲρ αὐτῶν ἐνεδύετο σάκκον, καὶ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ. Οἱ δὲ τοιαῦτα ἔπραττον, ὡς τὴν εὐχὴν αὐτοῦ τὴν ὑπὲρ αὐτῶν μὴ παραπέμπεσθαι εἰς τὰ ὦτα τοῦ Πατρός· ἀλλ' ὥσπερ ἀντικρουομένην ὑπὸ τοῦ μεγέθους τῆς αὐτῶν δυσσεβείας, καθέλκεσθαι καὶ ἐπαναστρέφειν πρὸς αὐτόν· διὸ ἔλεγε· Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Εἰ γὰρ σώζεσθαι ἔμελλον καὶ μεταβάλλειν τῶν ἀσεβημάτων, εὐθυδρομοῦσα ἡ προσευχὴ τοῦ Σωτῆρος, ἀκωλύτως καὶ ἀπαραποδίστως ἐπὶ τὰ ὦτα τὰ πατρικὰ παρῄει. Καὶ ταῦτα δέ μοι πᾶσαν ψηλαφῶντι διάνοιαν, εἰς τοὺς τόπους ἀναγκαίως τεθεωρήσθω. Καὶ κατ' ἐμοῦ ηὐφράνθησαν, καὶ συνήχθησαν· συνήχθησαν ἐπ'