1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

90

ἀπάθειαν κηρύττοντα. {ΕΡΑΝ.} Τίνα τοῦτον λέγεις; {ΟΡΘ.} Εὐσέβιον ἴσως ἀκήκοας τὸν Φοίνικα, τὸν Ἐμέσης τῆς πρὸς τῷ Λιβάνῳ πόλεως ἀρχιερέα γενόμενον. {ΕΡΑΝ.} Ἐνέτυχον ἐνίοις τούτου συγγράμμασι, καὶ εὗρόν γε τοῖς Ἀρείου συμφερόμενον δόγμασιν. {ΟΡΘ.} Ἐκείνης τῆς συμμορίας οὗτος ἐτύγχανεν ὤν· ἀλλ' ὅμως καὶ μείζονα τοῦ μονογενοῦς δεικνύναι τὸν πατέρα πειρώμενος, ἀπαθῆ κηρύττει τὴν τοῦ σμικρυνομένου θεότητα, καὶ μακροὺς δὲ ἀγῶνας ὑπὲρ ταύτης καὶ μάλα γε θαυμαστοὺς ἀνεδέξατο. {ΕΡΑΝ.} Ποθοῦντί μοι λίαν καὶ τούτους προσοίσεις τοὺς λόγους. {ΟΡΘ.} Τοιγαροῦν μακροτέραν παραθήσομαι μαρτυρίαν, ἵνα σου τὸν πόθον ἐμπλήσω. Ἄκουε τοίνυν τοῦ ἀνδρὸς βοῶντος, καὶ πρὸς ἡμᾶς αὐτὸν ἡγοῦ κεχρῆσθαι τοῖς λόγοις. Εὐσεβίου Ἐμεσηνοῦ. Τίνος γὰρ ἕνεκεν φοβεῖται τὸν θάνατον; Μή τι πάθῃ ἀπὸ τοῦ θανά του; Τί γὰρ ἦν αὐτῷ θάνατος; Οὐχὶ τὸ ἀναχωρῆσαι τὴν δύναμιν ἀπὸ τῆς σαρκός; Μὴ γὰρ ἧλον ἐδέξατο ἡ δύναμις, ἵνα φοβηθῇ. Εἰ γὰρ ἡ ψυχὴ ἡμῶν οὐ πάσχει τὰ τοῦ σώματος τούτῳ συνοῦσα, ἀλλὰ τυφλοῦ ται ὀφθαλμὸς καὶ ἡ διάνοια ἔρρωται, καὶ κόπτεται ποῦς καὶ οὐ χωλεύει λογισμός· καὶ ἡ φύσις τοῦτο μαρτυρεῖ, καὶ ὁ κύριος ἐπι σφραγίζει ὁ λέγων· "Μὴ φοβεῖσθε τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένους ἀποκτεῖναι." Εἰ τὴν ψυχὴν οὐ δύνανται, οὐχ ᾗ οὐ βούλονται οἱ ποιοῦντες, ἀλλ' ᾗ οὐ δύνανται, κἂν θελήσωσι, παθεῖν τὰ τοῦ σώματος τοῦ συνεζευγμένου· ὁ κτίσας τὴν ψυχὴν καὶ πλάσας τὸ σῶμα, οὗτος πάσχει τὰ τοῦ σώματος, εἰ καὶ τὰ μάλιστα ἀναδέχεται τὰ τοῦ σώματος εἰς ἑαυτὸν παθήματα; Ἀλλ' ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν, καὶ οὐ ψευδόμεθα. Ἔδωκε γάρ, εἴ τι ἔδωκεν· "Ὁ γὰρ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν," ἣν ἔδωκεν 250 ὑπὲρ ἡμῶν. Ἐκρατήθη τὸ κρατούμενον, ἐσταυρώθη τὸ σταυρούμενον. Ὁ δὲ ἔχων ἐξουσίαν καὶ ἐνοικῆσαι καὶ ἀναχωρῆσαι τόδε λέγει· "Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου," οὐκ εἰς χεῖρας βιαζομένων τὴν ἔξοδον. Οὐκ εἰμὶ φιλόνεικος, ἀλλὰ καὶ φιλονεικίας ἀπέχομαι. Μετὰ πραότητος δὲ περὶ τῶν ἀμφιβαλλομένων βούλομαι πυθέσθαι ὡς ἀδελφῶν. Οὐκ ἀληθεύων λέγω, ὅτι ἡ δύναμις οὐκ ἠδύ νατο δέξασθαι τῆς σαρκὸς τὰ παθήματα; Ἐγὼ οὖν σιωπῶ· ὁ βουλό μενος λεγέτω τί ἔπαθεν ἡ δύναμις. Ἐξέλιπεν; ὅρα τὸν κίνδυνον. Ἀπεσβέσθη; ὅρα τὴν βλασφημίαν. Οὐκ ἔτι ἦν; τοῦτο γάρ ἐστι δυνάμεως θάνατος. Εἰπὲ τί δύναται κρατῆσαι ὅτι ἔπαθε, καὶ οὐ φιλο νεικῶ. Εἰ δὲ οὐκ ἔχεις εἰπεῖν, τί μοι ἀγανακτεῖς ὅτι οὐ λέγω, ὃ οὐκ ἔχεις; Οὐκ ἐδέξατο ἧλον. Πῆξον εἰς ψυχήν, καὶ δέχομαι εἰς δύναμιν. Ἀλλὰ συνέπαθεν. Ἑρμήνευσόν μοι τὸ συνέπαθε· τί ἐστι τὸ συνέπαθεν; οἷον εἰς τὴν σάρκα ἧλος, εἰς δὲ τὴν δύναμιν ὁ πόνος. Τοῦτο εἴπωμεν συνέπαθεν. Ἤλγησεν ἡ δύναμις ἡ μὴ τυπτομένη. Πάντως γὰρ τὸ ἄλγημα ἀκολουθεῖ τῷ παθήματι. Εἰ δὲ καὶ σῶμα πολλάκις ἐρρω μένης τῆς διανοίας καταφρονεῖ τῶν ἀλγημάτων διὰ τὴν ἰσχὺν τοῦ ἐνθυμήματος, ἐνταῦθα ἑρμηνευέτω τις ἀφιλονείκως, εἴ τι ἔπαθεν, εἴ τι συνέπαθεν. Τί οὖν; Οὐκ ἀπέθανεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν; Πῶς ἀπέθανε; "Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Ἀνεχώρησε τὸ πνεῦμα, ἔμεινε τὸ σῶμα, ἄπνουν ἔμεινε τὸ σῶμα. Οὐκ ἀπέθανεν οὖν; Ἀπέθανεν ὑπὲρ ἡμῶν. Ὡς γέγραπται· οὐχ ὡς πλάττω, ἀλλ' ὡς ἀκούω· ἀπέθανεν ὑπὲρ ἡμῶν. Ὁ ποιμὴν προσήνεγκε τὸ πρό βατον, ὁ ἱερεὺς προσήνεγκε τὸ θῦμα· "Ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν·" καί· "Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ πάντων ἡμῶν ἔδωκεν αὑτοῦ τὸν υἱόν." Οὐκ ἀθετῶ τὰ ῥητά, ζητῶ δὲ τῶν ῥητῶν τὴν διάνοιαν. Λέγει ὁ κύριος, ὅτι "Ὁ ἄρτος τοῦ θεοῦ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ." Καὶ ἑρμηνεύων, εἰ καὶ οὐ δύναμαι σαφέστερον εἰπεῖν διὰ τὰ μυστήρια, τοσοῦτον δὲ λέγει, ὅτι "Ἡ σάρξ μού ἐστιν." Ἡ σὰρξ τοῦ υἱοῦ ἀπ' οὐρανῶν κατῆλθεν; Οὐ κατῆλθεν ἀπ' οὐρανοῦ. Πῶς οὖν λέγει, "Ὁ 251 ἄρτος τοῦ θεοῦ" ζῇ, καὶ καταβέβηκεν ἐκ τῶν οὐρανῶν, καὶ ἑρμη νεύει; Ἐπειδὴ ἡ δύναμις ἀναλαβοῦσα