91
ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. ∆ιεσχίσθησαν, καὶ οὐ κατενύγησαν. Ταῦτα ἐκληπτέον διχῶς, ὡς καὶ ἤδη ἔφαμεν. Ἢ γὰρ ὁ ∆αυῒδ ταῦτα περὶ ἑαυτοῦ διεξῄει ὑπὸ τοῦ Σαοὺλ διωκόμενος· ἢ περὶ τοῦ Σωτῆρος προφητικῶς ὑπὸ τοῦ ἁγίου Πνεύματος λέγεται. Ἀντὶ δὲ τοῦ· Κατ' ἐμοῦ ηὐφράνθησαν, ὁ Ἀκύλας δουλεύων τῇ Ἑβραϊκῇ λέξει φησί· Καὶ ἐν σκασμῷ μου ηὐφράνθησαν, καὶ συνελέγησαν· ὁ δὲ Σύμμαχος· Σκάζοντος δέ μου ηὐφραίνοντο καὶ ἠθροίζοντο· ἡ δὲ πέμπτη ἔκδοσις· Καὶ ἐν τῇ ἀσθενείᾳ μου ηὐφράνθησαν. ∆ι' ὧν ἡγοῦμαι δηλοῦσθαι τὸν καιρὸν τοῦ πάθους, ἐν ᾧ κατὰ 23.309 τὸν Ἀπόστολον, ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Ὑπέμεινε δὲ καὶ σκασμὸν δι' ἡμᾶς, ἑκὼν ὑπομείνας τὴν ὑπὲρ ἡμῶν ἀσθένειαν. Αὐτὸς γὰρ ἑαυτὸν ἀσθενῆ πεποίηκεν, οὐ νικηθεὶς ὑφ' ἑτέρου, ἀλλ' ὑπερβαλλούσῃ δυνάμει κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν, ἐπικρύψας τε καὶ ταπεινώσας ἑαυτὸν καὶ ἀσθενῆ ποιήσας μέχρι θανάτου. Ἐν τοίνυν τῷ σκασμῷ καὶ ἀσθενείᾳ συνήχθησαν· ἀλλὰ καὶ μάστιγας αὐτῷ ἐπιτεθείκασι· ὃ δὴ καὶ ἐν ἑτέρῳ ἐδήλου προφήτῃ φάσκοντι ἐξ αὐτοῦ προσώπου· Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν. Ὁ δὲ Σύμμαχός φησι· Καὶ ἀποῤῥήσσοντες οὐκ ἠρέμουν. Οὐκ ἔγνων δὲ, φησὶ, τὴν αἰτίαν δι' ἣν ἐμάστιζον· οὐ γὰρ εἶχόν τινα εὔλογον πρόφασιν ὧν ἐπετίθεσάν μοι πληγῶν. Ἀντὶ δὲ τοῦ· Ἐπείρασάν με μυκτηρισμῷ, ὁ Σύμμαχός φησιν· Ἐν ὑποκρίσει φθέγμασι πεπλασμένοις, ἔπριον κατ' ἐμοῦ ὀδόντας αὐτῶν. Πολλὰ δ' ἂν εὕροις ἐν τοῖς Εὐαγγελίοις τούτων παραστατικά· καὶ ὡς προσῄεσαν πειράζοντες αὐτὸν οἱ Φαρισαῖοι, ἄλλοτε δὲ ἐμυκτήριζον, καὶ ὡς ἔβρυχον κατ' αὐτοῦ τοὺς ὀδόντας αὐτῶν διαπριόμενοι ἐπὶ τῷ πλήθει τῶν μαθητευομένων αὐτῷ. Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. Ἀντὶ τοῦ· Πότε ἐπόψῃ; συμφώνως οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, Κύριε, πόσα ὄψῃ; εἰρήκασιν. Ἀποθαυμάζει ὁ Σωτὴρ τοῦ Πατρὸς τὴν μακροθυμίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀνοχήν. ∆ιό φησι· Πόσα ὄψῃ; Εἶτα παρακαλεῖ λέγων· Ἀποκατάστησον τὴν ψυχήν μου. Ὅμοιον δ' ἂν εἴη τοῦτο τῷ· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἑξῆς παρακαλεῖ ῥυσθῆναι τὴν μονογενῆ αὐτοῦ ἀπὸ λεόντων. Συγγενὴς δὲ ὢν τῷ μετὰ χεῖρας ψαλμῷ καὶ ὁ καὶ, κατὰ τὰ ἤδη πρότερον ἀποδεδειγμένα, τὰ ὅμοια τούτοις περιέχων, φάσκων· Σῶσόν με ἐκ στόματος λέοντος καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Κἀκεῖ γὰρ μονογενοῦς ἐμνημόνευσε καὶ κυνὸς καὶ λέοντος· οὐ μόνον, ἀλλὰ καὶ μονοκερώτων, λέγων· Καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· δι' ὧν σημαίνειν αὐτὸν ἡγοῦμαι τὰς ἀντικειμένας δυνάμεις, τὰς κατὰ τὸν καιρὸν τοῦ πάθους τῇ μονογενεῖ αὐτοῦ ψυχῇ ἐπιβεβουλευκυίας. Ἀντὶ δὲ τοῦ, τὴν μονογενῆ μου· ὁ μὲν Ἀκύλας, τὴν μοναχήν μου· ὁ δὲ Σύμμαχος, τὴν μονότητά μου, ἡρμήνευσεν. Εἰ δὲ ὁ ∆αυῒδ ταῦτα λέγει, οὐδὲ χαλεπὸν καὶ εἰς αὐτὸν τὰ τῆς διανοίας ἐφαρμόσαι. Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ. Καὶ ὁ καʹ ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν λελεγμένος, μετὰ τὰς προφητείας τὰς περὶ τοῦ πάθους αὐτοῦ, τῆς Ἐκκλησίας αὐτοῦ ἐμέμνητο δι' ὧν ἔφη· Ἐν μέσῳ 23.312 Ἐκκλησίας ὑμνήσω σε. Ταῦτα δὲ ἐκεῖ ἐλέγετο μετὰ τό· Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Συνῆπτο γοῦν τούτοις τό· ∆ιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἐν τοῖς προκειμένοις παραπλησίως προειπών· Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου, ἐπιλέγει· Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Ἀντὶ δὲ τοῦ, βαρεῖ, ὁ Ἀκύλας ἐξέδωκεν