1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

91

ἀπ' οὐρανῶν κατῆλθεν, ὃ ἔχει ἡ δύναμις, ἀναλογίζεται τῇ σαρκί. Οὐκοῦν ἀντίστρεψον, ἃ πάσχει ἡ σάρξ, ἀναλογίζεται τῇ δυνάμει. Πῶς ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν; Ἐνεπτύσθη, ἐτυπτήθη ἐπὶ κόρρης, περιέθηκαν στέφανον περὶ μέτω πον, ὠρύχθησαν αὐτοῦ χεῖρες καὶ πόδες. Ταῦτα πάντα παθήματα περὶ σῶμα ἀναφέρεται δὲ ἐπὶ τὸν ἐνοικοῦντα. Ῥίψον λίθον εἰς εἰκόνα βασιλέως, τί τὸ λεγόμενον; βασιλέα ὕβρισας. Περίσχισον ἱμάτιον βασιλέως, τί τὸ λεγόμενον; βασιλεῖ ἐπανέστης. Σταύρωσον σῶμα Χριστοῦ, τί τὸ λεγόμενον; Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν. Τίς δὲ χρεία ἐμοῦ καὶ σοῦ; προσέλθωμεν τοῖς εὐαγγελισταῖς. Πῶς παρελά βετε παρὰ κυρίου, πῶς ἀπέθανεν ὁ κύριος; Ἀναγινώσκουσιν, ὅτι "Πάτερ, εἰς τὰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Τὸ πνεῦμα ἄνω, καὶ τὸ σῶμα ἐπὶ σταυροῦ ὑπὲρ ἡμῶν. Προσήνεγκε γὰρ τὸ πρό βατον. Ὅσα εἰς τὸ σῶμα αὐτῷ λογίζεται .... Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὴν ἡμετέραν φύσιν ἦλθε σῶσαι, οὐ τὴν ἑαυτοῦ ἀπολέσαι. Ἐὰν θελήσω εἰπεῖν ὅτι κάμηλος πέταται, εὐθὺς ξενίζεσθε, ὅτι οὐχ ἁρμόττει τῇ φύσει· καὶ καλῶς ποιεῖτε. Ἐὰν θελήσω εἰπεῖν ὅτι ἄνθρωποι θάλατταν οἰκοῦσιν, οὐκ ἀνέχεσθε, καλῶς γε ποιοῦντες· οὐ γὰρ δέχεται ἡ φύσις. Ὥσπερ οὖν ἐὰν εἴπω ξένα περὶ τούτων τῶν φύσεων, ξενίζεσθε, οὕτως ἐὰν εἴπω ὅτι ἐκείνη ἡ δύναμις, ἡ πρὸ αἰώνων, ἡ ἀσώματος τὴν φύσιν, ἡ ἀπαθὴς τὴν ἀξίαν, ἡ οὖσα πρὸς τὸν πατέρα, ἡ παρὰ τῷ πατρί, ἡ ἐκ δεξιῶν, ἡ ἐν δόξῃ, ἐὰν εἴπω ὅτι ἐκείνη ἡ φύσις ἡ ἀσώματος πάσχει, οὐχὶ τὰ ὦτα ὑμῶν κρατεῖτε; Ἐὰν μὴ κρατήσητε ὑμῶν τὰ ὦτα, ταῦτα ἀκούοντες, κρατήσω μου τὴν καρδίαν. Ἆρα ἀγγέλῳ δυνάμεθά τι ποιῆσαι, οἷον ξίφει κροῦσαι, ἢ ὅλως σχίσαι; Τί λέγω ἀγγέλῳ; ψυχῇ δυνάμεθα; Οὐ δέχεται ἧλον ψυχή, οὐ τέμνεται ψυχή, οὐ καίεται. Κἂν εἴπῃς μοι· ∆ιατί; λέγω σοι· Οὕτως γὰρ ἐκ τίσθη. Τὰ ἔργα αὐτοῦ ἀπαθῆ καὶ αὐτὸς ἐμπαθής; Οὐκ ἀθετῶ τὴν οἰκο νομίαν, ἀσπάζομαι δὲ τὰς κακουργίας. Ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν, 252 καὶ ἐσταυρώθη. Οὕτως γέγραπται, οὕτως ἐδέχετο ἡ φύσις, οὔτε τὰ ῥήματα ἀπαλείφω, οὔτε φύσιν βλασφημῶ. Ἀλλ' οὐκ ἀληθῆ ταῦτα. Λεγέσθω τ' ἀληθέστερα, εὐεργετήσων, οὐ χαλεπαίνων. Ὁ διδάσκων οὐκ ἐχθρός, ἐὰν μὴ ἀγνώμων ᾖ ὁ διδασκόμενος. Ἔχεις τι καλὸν εἰπεῖν, ἤνοικται τὰ ὦτα μετὰ χάριτος. Φιλονεικεῖ τις σχολάζων ἀκολουθεῖν φιλονεικίᾳ. Ἴσχυσαν οἱ Ἰουδαῖοι τὸν υἱὸν τοῦ θεοῦ σταυρῶσαι, αὐτὴν τὴν δύναμιν νεκρῶσαι; ∆ύναται ζῶν ἀποθανεῖν; Ὁ θάνατος τῆς τοιαύτης δυνάμεως ἔκλειψις αὐτῆς ἐστι. Τὸ σῶμα ἡμῶν, ὅταν ἀποθάνωμεν, μένει. Ἐὰν ἐκείνην τὴν δύναμιν νεκρώσωμεν, εἰς ἀνυπαρξίαν αὐτὴν καταφέρομεν. Οὐκ οἶδα εἰ οὐκ ἠδυνήθητε ἀκοῦσαι. Τὸ σῶμα ἐὰν ἀποθάνῃ, ἡ ψυχὴ χωρίζεται καὶ μένει. Ἐὰν δὲ ψυχὴ ἀποθάνῃ, ἐπειδὴ ἀσώματός ἐστιν, ὅλως οὐκ ἔστιν. Ψυχὴ ἀποθνῄ σκουσα ὅλως οὐκ ἔστιν· εἰς ἀνυπαρξίαν γάρ ἐστι τῶν ἀθανάτων ὁ θάνατος. Νόησον τὸ ἕτερον· οὐ γὰρ τολμῶ οὐδὲ εἰπεῖν. Ταῦτα λέγομεν ὡς νοοῦμεν. Οὐ νομοθετοῦμεν δέ, εἴ τις φιλονεικεῖ. Ἓν δὲ οἶδα, ὅτι ἕκαστος, ἀφ' ὧν φρονεῖ, ἀπὸ τούτων ἔχει ἀπολαῦσαι· καὶ ἀπέρχεται ἕκαστος πρὸς τὸν θεόν, καὶ προβάλλεται ὃ εἶπε περὶ αὐτοῦ καὶ ἐφρόνησε. Μὴ γὰρ νομίζετε, ὅτι βίβλους ἀναγινώσκει ὁ θεός, ἢ μνήμαις ὀχλεῖται, Τί εἶπες, καὶ τί ἤκουσας; Φανερὰ πάντα. Κάθηται ὁ κριτής. Φέρεται Παῦλος ὁ ἐνταῦθα· ἄνθρωπόν με εἶπες, οὐκ ἔχεις ζωὴν μετ' ἐμοῦ· ἐπειδὴ οὐκ ἔγνως με, οὐ γινώσκω σε. Προσέρχεται ἄλλος· εἶπες μὲ ἓν τῶν ὄντων· οὐκ ἔγνως μου τὴν ἀξίαν, οὐ γινώσκω σε. Προσέρχεται ἄλλος· εἶπες ὅτι οὐκ ἀνέλαβον σῶμα· ἠθέτησάς μου τὴν χάριν, οὐ μεταλήψῃ μου τῆς ἀθανασίας. Προσῆλθεν ἄλλος· εἶπες ὅτι οὐκ ἐγεννήθην ἐκ παρθένου, ἵνα σώσω τὸ σῶμα τῆς παρθένου· οὐ σωθήσῃ. Ἕκαστος ἀποφέρεται τὰ φρονήματα τὰ περὶ τῆς πίστεως. {ΟΡΘ.} Εἶδες καὶ τὴν ἄλλην τῶν ὑμετέρων διδασκάλων συμμορίαν, παρ' ἧς τὸ τὴν θεότητα τοῦ μονογενοῦς πεπονθέναι μαθεῖν ἐνομίσθητε, τήνδε τὴν βλασφημίαν βδελυττομένην, καὶ τῆς