92
ὀστεΐνῳ, τουτέστιν, ἰσχυρῷ, ἐπεὶ τοῦ παντὸς σώματος τὰ δυνατώτατα καὶ ἰσχυρότατα ὀστᾶ τυγχάνει. Βαρὺς οὖν ὁ ἐπὶ τὴν πέτραν τεθεμελιωμένος, ὁ ἀσάλευτος καὶ ἀῤῥαγής. Τῷ τοίνυν Πατρὶ ἐξομολογεῖται, εὐχαριστῶν ἐπὶ τῇ Ἐκκλησίᾳ αὐτοῦ τῇ πολλῇ. Πολλὴ γὰρ ὡς ἀληθῶς αὕτη ἡ Ἐκκλησία· ἣν ἐν τῷ εἰκοστῷ πρώτῳ μεγάλην ὠνόμασεν εἰπών· Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. Ὁ μὲν οὖν Πατὴρ ἔπαινον τῷ Υἱῷ κατεργάζεται ἐν Ἐκκλησίᾳ μεγάλῃ· ὁ δὲ Υἱὸς ἐξομολογεῖται τῷ Πατρὶ ἐν Ἐκκλησίᾳ πολλῇ, τῇ καθ' ὅλης τῆς Ἐκκλησίας ἱδρυμένῃ. Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργῇ δόλους διελογίζοντο. Καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν· εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἰ μὴ τὰ τέλη αἴσια τὰ μετὰ τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἑωρᾶτο, τάχα που χώραν εἶχον καταχαρῆναι αὐτοῦ οἱ τὴν κατ' αὐτοῦ συσκευὴν μεμηχανημένοι, ὡς ἀφανισθέντος καὶ μηδὲν δεδυνημένου· ἐπεὶ δὲ ἡ Ἐκκλησία αὐτοῦ ἡ πολλὴ καὶ μεγάλη διαλάμπει καθ' ὅλης τῆς οἰκουμένης· αὐτός τε εἰσέτι καὶ νῦν ἐν μέσῳ ἑστὼς συγκροτεῖ τὸν βαρὺν καὶ δυνατὸν αὑτοῦ λαὸν, καὶ ἐξομολογεῖται δι' αὐτῶν τῷ ἑαυτοῦ Πατρί· Ὅπου γὰρ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν· εἰκότως οἱ ἐπιχαιρεσίκακοι, αἰσχύνην καταχεάμενοι, ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Τί γὰρ καὶ ἄξιον ἔχθρας παθόντες τὸ πρὸς αὐτὸν ἤραντο μῖσος; διόπερ ὁ Ἀκύλας, ἀναιτίως, ἡρμήνευσε. ∆ιένευον δὲ ὀφθαλμοῖς χλευάζοντες αὐτὸν, καὶ διασύροντες τὰ τῆς σοφίας μου παιδεύματα. Εἶτα, Ἐμοὶ μὲν, φησὶν, εἰρηνικὰ ἐλάλουν, ἐν δὲ τῇ καρδίᾳ αὐτῶν δόλους καὶ ὀργὴν διελογίζοντο. Ἐπληροῦτο δὲ καὶ ταῦτα, ὅτε λαβὰς θηρώμενοι ἔλεγον πρὸς αὐτὸν οἱ Φαρισαῖοι· ∆ιδάσκαλε, οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐπ' ἀληθείας διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον· εἰπὲ οὖν ἡμῖν· Ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Ταύτας γὰρ δολίως προέφερον τὰς φωνάς· διὸ προλαβὼν ταῦτ' ᾐνίττετο φάσκων· Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργῇ δόλους διελογίζοντο. Ἀλλ' ἐνταῦθα μὲν δολίως τὰς πρὸς αὐτὸν ἐποιοῦντο ὁμιλίας· ἐν τέλει γε μὴν κατὰ τὸν καιρὸν τοῦ πάθους ὅλῳ τῷ στόματι ἐβόων αἰτοῦν 23.313 τες αὐτοῦ τὸ αἷμα καθ' ἑαυτῶν καὶ κατὰ τῶν τέκνων αὐτῶν· ὃ δὴ καὶ αὐτῷ παρίστησι διὰ τῶν προκειμένων λέγων· Ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν. Εἶτ' ἐπειδὴ παρεδόθη αὐτοῖς ὡς πρόβατον ἐπὶ σφαγὴν, καὶ ὡς ἀμνὸς ἄκακος ἐναντίον τοῦ κείραντος ἄφωνος, ὁρῶντες αὐτοῦ τὸ πάθος ἐπεφώνουν· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς. Καὶ ἄνωθεν εἶπε· Πότε ἐπόψῃ; καὶ διὰ τῶν προκειμένων· Εἶδες, Κύριε. Τί δὲ εἶδεν; Ὡς δολίως αὐτῷ προσῄεσαν, καὶ ὡς ἐπλάτυναν κατ' αὐτοῦ τὸ στόμα αὐτῶν, καὶ ὡς κατ' εὐχὰς πράξαντες ἐπεβόων· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Σὺ δὲ, Κύριε, ταῦτα θεασάμενος, ἀνασχόμενός τε καὶ μακροθυμήσας, μὴ παρασιωπήσῃς· ἀλλ' ἀναλαβὼν τὸ τῆς δικαιοσύνης σου κριτήριον λέγε· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· καὶ πάλιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἀνθρωπίνως δὲ ἱκετεύει λέγων πρὸς τὸν ἑαυτοῦ Πατέρα· Μὴ ἀποστῇς ἀπ' ἐμοῦ· καὶ, Ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει, ὁ Θεός μου καὶ ὁ Κυριός μου εἰς τὴν δίκην μου. Κατὰ γὰρ τὸν καιρὸν τοῦ ὑπὲρ ἡμῶν πάθους τοιαύτας ἠφίει φωνὰς, ἵνα πιστευθῇ ἄνθρωπος ἀτρεκέως κατὰ ἀλήθειαν γεγονὼς, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον ἑκουσίως καταδεχόμενος. Καὶ μὴ ἐπιχαρήσειάν μοι, μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, ἡ ψυχὴ ἡμῶν! μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν. Σοῦ γὰρ, φησὶν, ἐπεξελθόντος τοῖς τετολμημένοις, καὶ κρίναντος κατὰ τὴν δικαιοσύνην σου, οὐκ ἐπιχαρήσονται, οὐδ' ἐροῦσιν ἐν ταῖς καρδίαις αὐτῶν· Εὖγε, εὖγε, ἴσχυσεν ἡ ψυχὴ ἡμῶν. Εἰ γὰρ καὶ τῷ στόματι αὐτῶν ποτε τοῦτο εἰρήκασιν, ἀλλ' οὐ καὶ ταῖς καρδίαις αὐτῶν