93
ἐροῦσιν· οὐδὲ φήσουσι· Κατεπίομεν αὐτὸν, τὴν ἀνάστασίν μου καὶ τῆς Ἐκκλησίας τῆς ἐμῆς τὴν καθ' ὅλης τῆς οἰκουμένης ἵδρυσιν θεώμενοι. Καταπίνεται μὲν γὰρ ὁ ἅπαξ εἰς βυθὸν χωρήσας καὶ μηκέτ' ἀναβεβηκώς· οὕτω γάρ ποτε κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἀλλὰ κἀκεῖ οἱ καταποθέντες ἐπαλινδρόμησαν, διὸ λέλεκται· Καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Καὶ ἐνταῦθα τοίνυν, εἰ καὶ πρὸς καιρόν τινα ἔδοξαν αὐτὸν καταπίνειν, ἀλλ' οὐκ εἰς τέλος, φησὶν, ἐροῦσι, προφητικῶς κατ' αὐτὰ θεσπίζων· Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ' ἐμέ. Καὶ ταῦτα δὲ ὅπως τέλους ἔτυχεν ἀναφερόμενα ἐπὶ τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον, ῥᾴδιον δὴ ἰδεῖν. Ἐξ ἐκείνου γὰρ, καὶ εἰς δεῦρο τοῦ χρόνου ἀπεῤῥιμμένοι καὶ ἀπόβλητοι τυγχάνουσι πάλαι κομῶντες ἐπὶ πολλοῖς χαρίσμασιν, Οἱ δ' ἐξ ἁπάντων τῶν ἐθνῶν τὸν ὑπ' αὐτῶν ἀνῃρημένον παραδεδεγμένοι τῆς μὲν πολυθέου πλάνης ἠλευθέρωνται, τὸν δ' ἐπὶ πάντων Θεὸν εὐσεβοῦντες διατελοῦσιν. Εἶθ' οἱ μὲν αἰσχύνην καταχεάμενοι ἐφ' οἷς ἔδρασαν, ἐνετράπησαν, οἱ δὲ χαρᾷ καὶ παῤῥησίας ὁσημέραι πληροῦνται· ὡς πληροῦσθαι τὸ παρὰ Μωϋσεῖ λόγιον φῆσαν πρὸς τὸν Ἰουδαίων λαόν· 23.316 Ὁ προσήλυτος ὁ ἐν ὑμῖν ἔσται ἄνω ἄνω· σὺ δὲ ἔσῃ κάτω κάτω· αὐτός σου ἔσται κεφαλὴ, σὺ δὲ ἔσῃ οὐρά. Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. Ἡ μὲν ἀρχὴ τῆς προφητείας δίκην καὶ πόλεμον ἐπελεύσεσθαι ἠπείλει κατὰ τῶν ἀδικησάντων καὶ πολεμησάντων τὸν προφητευόμενον· τὰ δὲ μέσα τὸν τρόπον αὐτῶν διέβαλλε· τὰ δὲ ἐπὶ τέλει τὴν καταλαβοῦσαν αὐτοὺς διέγραφεν αἰσχύνην καὶ ἐντροπήν. Ἡ δὲ τῆς ὅλης προφητείας περιγραφὴ ἀγαλλίασιν καὶ εὐφροσύνην, καὶ ἀγαθὰ πάντας εὐαγγελίζεται τοὺς τὴν δικαιοσύνην αὐτοῦ θέλοντας. Νοήσεις δὲ τὴν αὐτοῦ δικαιοσύνην, θεότητα αὐτοῦ ἐκλαβών· ἐπειδὴ αὐτὸς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Οἱ γοῦν ταύτην νοήσαντες ἀγαλλιάσαιντο, φησὶ, καὶ εὐφρανθείησαν· τούτους δὲ καὶ διδάσκει λέγειν ἀεὶ, Μεγαλυνθήτω ὁ Κύριος, εἰ δὴ ἀσπάζοιντο τὴν πρὸς τὸν προφητευόμενον εἰρήνην· ἐπεὶ οἱ ἀράμενοι πρὸς αὐτὸν ἔχθραν, δίκην δεδώκασιν τὴν ἀξίαν. Εἴη δ' ἂν αὕτη ἡ εἰρήνη αὐτοῦ, ἣν ἐχαρίζετο τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Καὶ ταῦτα μὲν περὶ τῶν ἐθελόντων καὶ ἀγαπώντων τὴν εἰρήνην αὐτοῦ, τήν τε δικαιοσύνην αὐτοῦ τιμώντων. Λοιπὸν δὲ αὐτὸς περὶ ἑαυτοῦ τὸ τέλος τοῦ παντὸς λόγου ἐπισφραγίζεται φάσκων· Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου; Τούτων, φησὶ, γενομένων ἐπί τε τοὺς ἀγαπῶντάς με καὶ μισοῦντάς με, οὐ παύσομαι μελετῶν τὴν δικαιοσύνην σου, καὶ ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου, οὐχὶ πάσας τὰς ἡμέρας, ἀλλὰ μίαν μόνην τὴν ἄπειρον καὶ διηνεκῆ. Ἡ γὰρ παρὰ σοὶ μονὴ καὶ διατριβὴ ἡμέρα αἰώνιος τυγχάνει. Μελετήσω δὲ αὐτὴν ἀνυμνῶν, καθ' ἣν τὰ δίκαια κρίνας, οὐχ ἓν ἔθνος, ἀλλὰ πάντα τὰ καθ' ὅλης τῆς οἰκουμένης τῆς σῆς χάριτος καὶ κλήσεως κατηξίωσας. Καθ' ἑτέραν δὲ διάνοιαν, ἐπεὶ σῶμά ἐσμεν Χριστοῦ, καὶ μέλη ἐκ μέρους, οἱ ἀσκηταὶ τῶν θείων μαθημάτων, λέγοιντο ἂν αὐτοῦ γλῶσσα, ὡς δύνασθαι καὶ εἰς αὐτοὺς ἀναφέρεσθαι τὰ προκείμενα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΩ ∆ΟΥΛΩ ΚΥΡΙΟΥ ΤΩ ∆ΑΥΙ∆ ΛΕʹ. Οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τοιοῦτον ἐπιγέγραπται· διδασκαλίαν δὲ περιέχει κατὰ μὲν τὴν ἀρχὴν ἐλέγχουσαν πάντα τὸν ἄφοβον καὶ ἀνευλαβῆ, καὶ διὰ τοῦτο πάσαις