1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

93

Ἐπειδὴ δὲ συνῆψεν εὐθὺς τό, "Ἐσκήνωσεν ἐν ἡμῖν," μάτην ἄρα οἱ ζυγομαχοῦντες ἐρεσχελοῦσι. Τοῦ γὰρ προγεγραμμένου τὸ ἑπόμενον ἑρμηνεία. ζʹ. Ἄλλως. Τοῦ θεοῦ λόγου τὸ ἄτρεπτον ἀναφανδὸν ἐκήρυξεν ὁ πάνσοφος εὐαγγελιστής. Εἰπὼν γάρ, "Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," εὐθὺς ἐπήγαγε, "Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Εἰ δὲ τὴν εἰς σάρκα κατά γε τοὺς ἀνοήτους ὑπομεμενήκει μεταβολήν, οὐκ ἂν ἔμεινεν ὅπερ ἦν. Εἰ δὲ σαρκὶ κεκαλυμμένος τῆς πατρῴας εὐγενείας τὰς ἀκτῖνας ἠφίει, ἄτρεπτον μὲν δήπουθεν ἔχει τὴν φύσιν, λάμπει δὲ καὶ ἐν σώματι, καὶ τὰς τῆς ἀοράτου φύσεως ἐκπέμπει μαρμαρυγάς. Ἐκεῖνο γάρ τοι τὸ φῶς οὐδὲν ἀμαυρῶσαι δύναται· "Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν," ὥς φησιν ὁ θειότατος Ἰωάννης. ηʹ. Ἄλλως. Τοῦ μονογενοῦς τὴν δόξαν ὁ πανεύφημος εὐαγγελιστὴς ἑρμηνεῦσαι βουληθείς, εἶτα τὸ ἐγχείρημα πληρῶσαι μὴ δυνηθείς, ἐκ τῆς πρὸς τὸν πατέρα κοινωνίας ἐπιδείκνυσι ταύτην. Ἐξ ἐκείνης γάρ, φησίν, ὑπάρχει τῆς φύσεως· ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις τὸν Ἰωσὴφ παρὰ τὴν ἀξίαν δουλεύοντα θεώμενός τισιν ἀγνοοῦσιν αὐτοῦ τοῦ γένους τὴν περιφάνειαν, εἴποι τὸν Ἰακὼβ εἶναι τούτου πατέρα, πρό γονον δὲ τὸν Ἀβραάμ. Οὕτω γὰρ δὴ καὶ οὗτος ἔφη, ὅτι καὶ σκηνώσας ἐν ἡμῖν οὐκ ἤμβλυνε τὴν τῆς φύσεως δόξαν. "Ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός." Εἰ δὲ καὶ 256 σεσαρκωμένος δῆλος ἦν ὅστις ἦν, μεμένηκεν ἄρα ὅπερ ἦν, καὶ τὴν εἰς σάρκα τροπὴν οὐχ ὑπέμεινεν. θʹ. Ἄλλως. Οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν ἀνειληφέναι τὸν θεὸν λόγον ὡμολογήσαμεν. Τί δήποτε τοίνυν ὁ θεῖος εὐαγγελιστὴς τὴν μὲν ψυχὴν ἐνταῦθα παρέλιπε, μόνης δὲ σαρκὸς ἐμνημόνευσεν; Ἢ δῆλον ὅτι τὴν ὁρωμένην ἐπέδειξε φύσιν, τὴν δὲ φυσικῶς αὐτῇ συνεζευγμένην δι' αὐτῆς παρεδήλωσε; Τῇ γάρ τοι μνήμῃ τῆς σαρκὸς καὶ ἡ τῆς ψυχῆς δήπουθεν συνεισέρχεται. Ὅταν γὰρ ἀκούσωμεν τοῦ προφήτου λέγον τος, "Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ," οὐκ ἀψύχοις σαρξὶ παρακελεύεσθαι τὸν προφήτην νομίζομεν, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν εἰς ὑμνῳδίαν καλεῖσθαι πιστεύομεν. ιʹ. Ἄλλως. Τό, "Ὁ λόγος σὰρξ ἐγένετο," οὐ τροπῆς, ἀλλὰ τῆς ἀφάτου φιλανθρωπίας ὑπάρχει δηλωτικόν. Εἰπὼν γὰρ ὁ πανεύφημος εὐαγγελιστής, "Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος," καὶ δείξας αὐτὸν τῶν ὁρωμένων καὶ ἀοράτων δημιουργόν, καὶ ζωὴν ὀνομάσας καὶ ἀληθινὸν φῶς, καὶ ἕτερα ἅττα παραπλήσια τεθεικώς, καὶ θεολογήσας ὅσον καὶ νοῦς ἀνθρώπινος χωρεῖν οἷός τε ἦν, καὶ γλῶττα τοῖς τούτου κρούμασιν ὑπουργεῖν ἱκανή, ἐπήγαγε· "Καὶ ὁ λόγος σὰρξ ἐγένετο," ὥσπερ ἐκπληττόμενος καὶ θαυμάζων τῆς φιλανθρωπίας τὴν ἀπληστίαν. Οὕτω ὢν ἀεί, καὶ θεὸς ὤν, καὶ πρὸς τὸν θεὸν ὢν ἀεί, καὶ τὰ πάντα πεποιηκώς, καὶ ζωῆς αἰωνίου καὶ ἀληθινοῦ φωτὸς ὑπάρχων πηγή, τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας τὴν τῆς σαρκὸς ἑαυτῷ σκηνὴν περιέθηκεν. Ἐνο μίσθη δὲ τοῦτο μόνον εἶναι ὅπερ ἐφαίνετο. Τούτου δὴ χάριν οὐδὲ ψυχῆς ἐμνημόνευσεν, ἀλλὰ μόνης σαρκὸς τῆς ἐπικήρου τε καὶ θνητῆς· τὴν δὲ ψυχὴν ὡς ἀθάνατον παραλέλοιπεν, ἵνα δείξῃ τὴν τῆς ἀγαθότη τος ἀμετρίαν. ιαʹ. Ἄλλως. Σπέρμα Ἀβραὰμ ὁ θεῖος ἀπόστολος τὸν δεσπότην ὀνομάζει Χριστόν. Εἰ δὲ τοῦτο ἀληθές, ἀληθὲς δέ, οὐκ ἄρα εἰς σάρκα ὁ θεὸς λόγος ἐτράπη, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο κατὰ τὴν αὐτοῦ τοῦ ἀποστόλου διδασκαλίαν. 257 ιβʹ. Ἄλλως. Ὤμοσεν ὁ θεὸς τῷ ∆αβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, ὡς καὶ ὁ προφήτης εἴρηκε, καὶ ὁ μέγας ἡρμήνευσε Πέτρος. Εἰ δὲ ὁ θεὸς λόγος εἰς σάρκα τραπεὶς ὠνομάσθη Χριστός, οὐδαμοῦ τῶν ὅρκων εὑρήσομεν τὴν ἀλήθειαν. Ἀλλὰ μὴν ἀψευδῆ, μᾶλλον δὲ αὐτοαλήθειαν εἶναι τὸν θεὸν ἐδιδάχθημεν. Οὐκοῦν οὐ τὴν εἰς σάρκα μεταβολὴν ὁ θεὸς λόγος ὑπέμεινεν, ἀλλὰ τὴν ἐκ σπέρματος