94
παρανομίαις ἐκδεδομένον, κατὰ δὲ τὸ συμπέρασμα τὸ τῶν τοιούτων τέλος. Εἰπὼν γοῦν ἐν ἀρχῇ· Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν 23.317 ἑαυτῷ, πρὸς τῷ τέλει, Ἐκεῖ ἔπεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ δυνήσονται στῆναι. Κατὰ δὲ τὰ μέσα θεολογίαν περιέχει καὶ τῶν θεοφιλῶν ἀνδρῶν ἀγαθὰς ἐλπίδας. Λέλεκται δὲ ταῦτα τῷ δούλῳ Κυρίου τῷ ∆αυΐδ. Τοῦτο γὰρ ἡ προγραφὴ σημαίνει· ὃς, ἀφορίσας ἑαυτὸν τῆς τῶν παρανόμων τάξεως, συνῆψε τῇ τοῦ Θεοῦ ἱκετείᾳ, τῷ νόμῳ καὶ ταῖς τοῦ Θεοῦ διαταγαῖς ἑαυτὸν καταδουλώσας. ∆ιδάσκει δὲ καὶ τοὺς λοιποὺς ἀνθρώπους τὰ ὅμοια αὑτῷ πράττειν, καὶ μὴ συναπάγεσθαι τοῖς παρανόμοις. Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῧ. Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. Σαφέστερον δὲ τὰ προκείμενα ἡρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Φησὶν περὶ ἀσυνθεσίας τοῦ ἀσεβοῦς ἔνδοθεν ἡ καρδία μου· Οὐ πρόκειται ὁ φόβος Θεοῦ ἄντικρυς τῶν ὀφθαλμῶν αὐτοῦ. Ὅτι ἐξολισθαίνειν τὰ περὶ αὐτοῦ δοκεῖ, τοῦ εὑρεθῆναι τὴν ἀδικίαν αὐτοῦ εἰς τὸ μισηθῆναι αὐτήν. ∆ιὰ τούτων γὰρ αὐτὸς ὁ ∆αυῒδ, Ἐμοῦ, φησὶν, ἡ καρδία καὶ ὁ ἐμὸς λογισμὸς ταῦτα περὶ τοῦ ἀσεβοῦς ἀνδρὸς ἐνενόησε. Τὴν γὰρ θεωρητικὴν αὐτοῦ δύναμιν, δι' ἧς ἐδύνατο γνῶναι τὸν φόβον τοῦ Θεοῦ, ἐδόλωσεν αὐτοὺς ἑαυτὸν τῆς διανοίας αὐτοῦ τοὺς ὀφθαλμοὺς διαστρέψας. ∆ιὸ κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν· Ἐν ὀφθαλμοῖς αὐτοῦ εἴρηται δεδολωκέναι, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ, καὶ μισῆσαι· Οὕτω, φησὶν, ἑαυτὸν διέστρεψε, καὶ τὸν φόβον τοῦ Θεοῦ τῶν ἑαυτοῦ ἀπέῤῥιψεν ὀφθαλμῶν, ὡς τὴν ἀνομίαν αὐτοῦ προφανῆ τυγχάνειν, καὶ πάλιν ὁρᾶσθαι καὶ εὑρίσκεσθαι· καὶ διὰ τοῦτο μίσους ἀξίαν εἶναι. Ἀκαλύπτως δὲ ὁ τοιοῦτος ἐξέδωκεν ἑαυτὸν τῇ ἁμαρτίᾳ, ὡς καὶ τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομίαν εἶναι καὶ δόλον. Πάνυ δὲ ταῦτα ἑκὼν εἵλετο, ἅτε δὴ αὐτεξούσιος ὢν, καὶ δυνάμενος μὲν τὴν ἀγαθὴν μετελθεῖν ὁδὸν, μὴ βουληθεὶς δέ· διὸ λέλεκται· Οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· ἀνομίαν δὲ διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. Οὐδὲ γὰρ, κατὰ τὸν καιρὸν τῆς ἡσυχίας ἐν ᾧ μετὰ τὰς μεθημερινὰς πράξεις ἑαυτοὺς ἐπιδιδόασιν ἄνθρωποι ἠρεμίᾳ καὶ εὐσταθείᾳ καὶ ὕπνῳ, ἐν καταστάσει γαλήνῃ γέγονεν ὁ τοιοῦτος· ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου. Σφόδρα ἀκολούθως μετὰ τὴν ὑπογραφὴν τῆς τοῦ παρανόμου κακίας τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ μακροθυμίας παρίστησιν, δι' ἧς καὶ τῶν παρανόμων καὶ ἀσεβῶν ἀνδρῶν ἀνέχεται· διδάσκων, ὅτι ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας ἐλέου πεπλήρωται μεγάλου. Καὶ τοῦτο τὸ ἔλεος τοῦ Θεοῦ αἴτιον τυγχάνει τῆς τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν ἀνδρῶν ζωῆς τε καὶ εὐθυμίας. Τὸν μὲν οὖν θησαυρὸν τοῦ ἐλέους αὐτοῦ τεταμιεῦσθαί φησιν ἐν τῷ οὐρανῷ ἀλλὰ καὶ τὴν ἀλήθειαν αὐτοῦ εἶναι παρ' αὐτῷ, πληροῦντες * πάντα τὰ ὑπερουράνια· ὅμως δὲ καὶ μέχρι τῶν νεφελῶν, ἢ, μέχρι τῶν αἰθέρων, κατὰ τὸν Σύμμαχον, διήκειν. Οὕτω γοῦν καὶ 23.320 ἐν ἑτέρῳ λέλεκται· Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἔστι μὲν οὖν ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, δίκην δὲ ὑετοῦ φερομένου διὰ νεφῶν καὶ μέχρι τῆς γῆς ἐπιστάζει. ∆ιὸ εἴρηται· Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ἐκ δὲ τῶν λεγομένων νεφελῶν καὶ εἰς ἀνθρώπους προχέεται ἡ τοῦ Θεοῦ ἀλήθεια· νεφέλας δὲ τοὺς προφήτας ἢ τὰς ἀγγελικὰς δυνάμεις, δι' ὧν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ εἰς ἀνθρώπους κατελήλυθεν, εἴωθεν ὁ λόγος ὀνομάζειν. Οὕτω λέλεκται ἐν Ἡσαΐᾳ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν, δηλαδὴ εἰς τὸν Ἰουδαίων λαὸν, ἀμπελῶνα τροπικῶς ὠνομασμένον. Ἔτι πρὸς τούτοις ἡ δικαιοσύνη σου, φησὶν, ὦ Κύριε, μεγάλη τυγχάνει καὶ ὑψηλὴ, ὄρεσι παραβαλλομένη, καὶ ὄρεσι Θεοῦ, καὶ πρὸς τούτοις τὰ κρίματά σου