95
ἀκατάληπτα. Ὡς γὰρ ἡ καλουμένη ἄβυσσος ἄπειρός ἐστιν ἀνθρώποις καὶ ἀκατάληπτος· ὃ δὴ σημαίνει ὁ φήσας λόγος· Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους· οὕτως καὶ τὰ σὰ κρίματα, ὦ Κύριε, τὰ ἐκ τῆς σῆς δικαιοσύνης φερόμενα, ὡς ἡ ἄβυσσός ἐστι πολλή. Ἀντὶ δὲ τοῦ, Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, ὁ Ἀκύλας, ∆ικαιοσύνη σου ὡς ὄρη ἰσχυρὰ, ἡρμήνευσε. Τούτων δὲ πάντων εὐκαίρως ἐμνημόνευσεν ὁ λόγος· δεικνὺς, ὅτι διὰ τὸ ἔλεός σου τοῦ Θεοῦ τὸ ἐν τῷ οὐρανῷ, καὶ διὰ τὴν ἀλήθειαν αὐτοῦ καὶ διὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ διὰ τό· Ὡς ἄβυσσος πολλὴ ἀκατάληπτα τὰ κρίματα αὐτοῦ, καὶ ἀσεβεῖς καὶ ἄθεοι καὶ ἁμαρτωλοὶ οὐ μόνον ζωῆς ἀπολαύουσιν, ἀλλὰ καὶ τῶν λοιπῶν τῶν ἀπὸ τῆς φιλανθρωπίας αὐτοῦ χορηγουμένων. ∆ιὸ ἐπιλέγεται· Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. ∆ιὰ γὰρ τὰ κρίματά σου τὰ ὡς ἄβυσσος πολλὴ, καὶ διὰ τὴν δικαιοσύνην σου καὶ τὴν ἀλήθειάν σου τὴν ἐν τῷ οὐρανῷ, ἄνθρωποι καὶ κτήνη κατὰ τὸ αὐτὸ σώζονται· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, Θεὸς, ὡς μὴ μόνον τοὺς ἀξίους τῆς ἐκ σοῦ ζωῆς μεταλαμβάνειν, ἀλλὰ καὶ τοὺς κτηνώδεις καὶ ἀνοήτους τῶν ἀνθρώπων. Ἐπειδὴ γὰρ πολλοὶ μέμφονται καὶ καταιτιῶνται· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, καὶ τῶν τοῦ Θεοῦ ἀγαθῶν ἀπολαύουσιν; ἀναγκαίως διδάσκει, ὅτι πολυέλεός ἐστιν. Ἀλλ' εἰ μὲν ἦν ἔλεος μόνον καὶ φιλανθρωπία, οὐδὲν ἐκώλυεν τὸν τῶν ἁμαρτωλῶν μετέρχεσθαι βίον· διδάσκει δὲ, ὅτι σὺν τῷ ἐλέῳ ἀνακέκραται ἀλήθεια καὶ δικαιοσύνη, ὡς τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας διαληψομένης τοὺς ἁμαρτωλοὺς μετὰ τὸ ἔλεος. Εἰ γὰρ μὴ ὠφελοῖντο τῷ ἐλέῳ καὶ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ἡ δικαιοσύνη αὐτοῦ καὶ ἡ ἀλήθεια μετελεύσεται αὐτούς· ὑποβληθήσονται γὰρ κρίσει δικαίᾳ. Ἔστι γὰρ, ἔστιν ἀπόῤῥητα τὰ κρίματα τοῦ Θεοῦ· πολύς τε καὶ ἄπειρος βυθὸς, ἢ, καθὼς ἡ Γραφή φησιν, ἄβυσσος πολλὴ ἐν τῷ λόγῳ τῶν κριμάτων αὐτοῦ περιέχεται. Ταῦτα τοίνυν μένει τοὺς ἀσεβεῖς. Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἐπειδὴ τὰ κρίματά σου 23.321 ἄβυσσος πολλὴ, εἰκότως οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ κτηνῶν προνοεῖς· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. Ἔστι δ' ἔτι παρὰ ταῦτα ἐξαίρετον τάγμα τῶν μετὰ τὰ προλεχθέντα ὀνομαζομένων υἱῶν ἀνθρώπων· οἵτινες, πλέον τι ἔχοντες τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν τῶν ὑπὸ σοῦ σωζομένων, κατηξίωνται ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπίζειν· ἢ κατὰ τὸν Σύμμαχον, Ὑπὸ σκιὰν τῶν πτερύγων σου ἀμεριμνοῦσι. Τοὺς γὰρ ἐπὶ σὲ ἠλπικότας, καὶ ἀφωρισμένους τοῦ τάγματος τῶν διαβεβλημένων, σὺ αὐτὸς ὁ Θεὸς ταῖς ἑαυτοῦ πτέρυξι περιέπεις καὶ σκέπεις. Καὶ ἐπεὶ ἤλπισαν οὗτοι ἀγαθὴν ἐλπίδα, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Οἶκος μὲν τοῦ Θεοῦ ἐστιν ἡ Ἐκκλησία αὐτοῦ· πιότης δὲ τοῦ οἴκου τὰ θεόπνευστα ἀναγνώσματα· μέθη δὲ σώφρων καὶ νηφάλιος ἡ ἀπὸ τῶν ἀναγνωσμάτων ὠφέλεια· χείμαῤῥος δὲ τρυφῆς, ἐξ οὗ ποτίζονται οἱ ἐπὶ σκέπῃ τῶν πτερύγων αὐτοῦ ἠλπικότες, ὁ ἐν Ἐκκλησίᾳ τοῦ Θεοῦ ποταμὸς, περὶ οὗ λέλεκται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· καὶ, Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Χείμαῤῥος δὲ τρυφῆς ὁ Χριστὸς διὰ τὸ πρόσκαιρον τῆς ἐν ἀνθρώποις ἐπιφανείας αὐτοῦ. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Ζωὴν δὲ ὄντα ἔγνωμεν τὸν Χριστὸν ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, δι' ἧς αὐτὸς ὁ Σωτὴρ διδάσκει λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἀλλὰ καὶ, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. ∆ιὸ καὶ ἐνταῦθα τῇ ζωῇ συνῆπται τὸ φῶς συμφώνως τῷ Εὐαγγελίῳ· μετὰ γὰρ φάναι· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐπιλέγεται· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Φωτὸς γὰρ λογικοῦ χορηγητικὴ τυγχάνει αὕτη ἡ ζωή· διὸ