1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

95

ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ·" ἐναντίον δὲ τὸ οὐ κοπιάσει τῷ κοπιάσαι· τοιγαροῦν ἐναντία ἡ προφητεία τῇ τῶν εὐαγγελίων ἱστορίᾳ. Ἀλλὰ μὴν οὐκ ἐναν τία· ἑνὸς γὰρ ταῦτα κἀκεῖνα θεοῦ. Οὐκοῦν τῆς μὲν ἀπεριγράφου φύσεως τὸ μὴ κοπιᾶν· τὰ γὰρ πάντα πληροῖ· τοῦ δὲ περιγεγραμμένου σώματος τὸ μεταβαίνειν ἴδιον. Τὸ δέ γε μεταβαῖνον βαδίζειν ἀναγκα ζόμενον τὸν ἐκ τῆς ὁδοιπορίας ὑφίσταται κόπον. Σῶμα ἄρα ἦν τὸ βαδίσαν καὶ κοπιάσαν. Οὐ γὰρ συνέχεε τὰς φύσεις ἡ ἕνωσις. ηʹ. Ἄλλως. Ὁ δεσπότης Χριστὸς ἔφη καθειργμένῳ τῷ θεσπεσίῳ Παύλῳ· "Μὴ φοβοῦ, Παῦλε," καὶ τὰ ἑξῆς. Ὁ δὲ τούτου τὸ δέος ἐξελάσας οὕτως ἔδεισε τὸ πάθος, ὡς ὁ μακάριος ἔφη Λουκᾶς, ὡς καὶ ἱδρῶτος αἱματώδεις θρόμβους ἐκ παντὸς ἐκκρῖναι τοῦ σώματος, καὶ τοῦτοις περιρρᾶναι τὴν γῆν τὴν ὑποκειμένην τῷ σώματι, καὶ ὑπ' ἀγγελικῆς ἐπικουρίας ἀναρρωσθῆναι. Ἐναντία δὲ καὶ ταῦτα. Πῶς γὰρ οὐκ ἐναντίον τὸ δεῖσαι τοῦ τὸ δέος ἐξελάσαι; Ἀλλὰ μὴν οὐκ ἐναντία. Ὁ γὰρ αὐτὸς καὶ θεὸς φύσει καὶ ἄνθρωπος· καὶ ὡς μὲν θεὸς παραθαρρύνει τοὺς δεομένους τοῦ θάρσους· ὡς δὲ ἄνθρωπος δέχεται δι' ἀγγέλου τὸ θάρσος. Καίτοι τῆς θεότητος καὶ τοῦ πνεύματος συμπαρόντος ὡς χρίσματος· ἀλλ' οὔτε ἡ συνημμένη θεότης οὔτε τὸ πανάγιον πνεῦμα τότε σῶμα ὑπήρεισαν, καὶ ἐπέρρωσαν τὴν ψυχήν, ἀλλ' ἀγγέλῳ τήνδε τὴν ὑπουργίαν ἐπέτρεψαν, ἵνα καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐπιδείξωσι τὴν ἀσθένειαν, καὶ διὰ τῆς ἀσθενείας δειχ θῶσι τῶν ἀσθενούντων αἱ φύσεις. Ταῦτα δὲ ἐγένετο δηλονότι τῆς θείας φύσεως συγχωρούσης, ὥστε τῶν ὕστερον ἐσομένων τοὺς μὲν πιστεύοντας τῇ προσλήψει τῆς ψυχῆς καὶ τοῦ σώματος βεβαιωθῆναι ταῖς ἀποδείξεσι, τοὺς δὲ ἀντιλέγοντας ταῖς ἐναργέσι μαρτυρίαις διελεγχθῆναι. Εἰ τοίνυν συνῆπται τῇ συλλήψει ἡ ἕνωσις, ἡ δέ γε ἕνωσις κατὰ τὸν ἐκείνων λόγον φύσιν μίαν ἄμφω τὰς φύσεις εἰργά σατο, πῶς ἂν διέμεινεν ἀκέραια τὰ τῶν φύσεων ἴδια, καὶ ἠγωνίασε μὲν ἡ ψυχή, ἵδρωσε δὲ τὸ σῶμα, ὡς καὶ θρόμβους αἱματώδεις ἐκ τῆς τοῦ δέους ὑπερβολῆς ἐκκρῖναι; Εἰ δὲ τὸ μὲν σώματος, τὸ δὲ ψυχῆς ἴδιον, οὐκ ἄρα μία φύσις σαρκὸς καὶ θεότητος ἐκ τῆς ἑνώσεως γέγονεν, 260 ἀλλ' εἷς πέφηνεν υἱός, ἐν ἑαυτῷ δεικνὺς τά τε θεῖα τά τε ἀνθρώπεια. θʹ. Ἄλλως. Εἰ δὲ μετὰ τὴν ἀνάστασιν φαῖεν τὴν εἰς θεότητα μετα βολὴν δεδέχθαι τὸ σῶμα, οὕτως ἀπαντῆσαι προσήκει. Καὶ μὴν μετὰ τὴν ἀνάστασιν περιγεγραμμένον ὤφθη, καὶ χεῖρας ἔχον καὶ πόδας, καὶ τὰ ἄλλα τοῦ σώματος μόρια· καὶ ἁπτὸν ἦν καὶ ὁρατόν, καὶ διατρήσεις ἔχον καὶ ὠτειλάς, ἅσπερ εἶχε πρὸ τῆς ἀναστάσεως. ∆υοῖν τοίνυν θάτερον λέγειν ἀνάγκη, ἢ καὶ τῇ θείᾳ φύσει ταῦτα περιτι θέναι τὰ μόρια, εἴπερ εἰς θεότητος φύσιν τὸ σῶμα μεταβληθὲν ταῦτα εἶχε τὰ μόρια, ἢ ὁμολογεῖν ἐπὶ τῶν ὅρων τῆς φύσεως μεμενηκέναι τὸ σῶμα. Ἀλλὰ μὴν ἡ θεία φύσις ἁπλῆ καὶ ἀσύνθετος, τὸ δὲ σῶμα σύν θετον καὶ εἰς πολλὰ διῃρημένον μόρια· οὐκοῦν οὐκ εἰς θεότητος μετεβλήθη φύσιν, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν ἀθάνατον μέν ἐστι καὶ ἄφθαρτον, καὶ θείας δόξης μεστόν, σῶμα δὲ ὅμως τὴν οἰκείαν ἔχον περιγραφήν. ιʹ. Ἄλλως. Ἀπιστοῦσι τοῖς ἀποστόλοις ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὑπέδειξε τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τῶν ἥλων τοὺς τύπους. Εἶτα διδάσκων ὡς οὐ φαντασία τίς ἐστι τὸ ὁρώμενον ἐπή γαγεν, ὅτι "Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Οὐ μετεβλήθη οὖν εἰς πνεῦμα τὸ σῶμα· σὰρξ γὰρ ἦν καὶ ὀστέα, καὶ χεῖρες καὶ πόδες. Τοιγαροῦν καὶ μετὰ τὴν ἀνάστασιν σῶμα τὸ σῶμα μεμένηκεν. ιαʹ. Ἄλλως. Ἡ θεία φύσις ἀόρατος· ἑωρακέναι δὲ τὸν κύριον ὁ τρισμακάριος εἴρηκε Στέφανος. Σῶμα ἄρα καὶ μετὰ τὴν ἀνάληψίν ἐστι τοῦ κυρίου τὸ σῶμα. Τοῦτο γὰρ ὁ νικηφόρος ἐθεάσατο Στέφανος, ἐπειδήπερ ἡ θεία φύσις ἀθέατος. ιβʹ. Ἄλλως. Εἰ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ὄψεται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, κατὰ τὴν αὐτοῦ τοῦ κυρίου φωνήν· τῷ Μωϋσῇ δὲ πάλιν