96
λέγεται· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Οἱ δὲ τούτων μεταλαβόντες τέλος ἕξουσι τοῦ φωτὸς τὴν θέαν. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοῖς μὴ γινώσκουσιν αὐτὸν πρόσκαιρον ἔσται τὸ ἔλεος· τοῖς δὲ γινώσκουσί σε, Σῶτερ, παράτεινον τὸ ἔλεός σου καὶ τὴν δικαιοσύνην σου· ἐν ᾗ κατ' ἀξίαν κρίνων τοῖς μὲν ἀποδώσεις κατὰ τὰ ἔργα αὐτῶν, τοῖς δὲ πιστώσεις τὰς σὰς ἐπαγγελίας. Ἀντὶ δὲ τοῦ, Καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ, ὁ Σύμμαχος, Καὶ τὴν ἐλεημοσύνην σου τοῖς ἁπλοῖς τὴν καρδίαν, ἐξέδωκε. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. Ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ἐξώσθησαν καὶ οὐ μὴ δυνήσονται στῆναι. Μηδὲ κτησαίμην χεῖρα καὶ πράξεις ἁμαρτωλῶν· ταῦτα γὰρ σαλεύειν εἴωθε καὶ μετακινεῖν τῆς παρὰ σοὶ τῷ Θεῷ στάσεως τοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξωσθησομένους. Ἀντὶ δὲ τοῦ· Ἐκεῖ ἔπεσον, ὁ Σύμμαχος, ὅπου πίπτουσιν οἱ ἐργαζόμενοι τὴν ἀδικίαν, ἐξέδωκε. Μὴ γὰρ γενοίμην, φησὶν, ἐκεῖ, ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσονται. Ἀκολούθως 23.324 δὲ αὐτὰ ἔφη, μετὰ τὸ ὑπογράψαι ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῇ σκέπῃ τοῦ Θεοῦ ἠλπικότων ἐπαναλαμβάνων τὴν μνήμην τοῦ κατ' ἀρχὰς παρανόμου, ὃς ἔφασκεν ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν, καὶ τῶν ἐκείνῳ παραπλησίων. ΤΟΥ ∆ΑΥΙ∆ Λʹ. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ εἰσῆγε τὸν παράνομον παρορμῶντα ἑαυτὸν εἰς ἁμαρτίας, τόν τε βίον ὑπέγραφε τοῦ τοιούτου καὶ τὸ τέλος τῆς καταστροφῆς αὐτοῦ· ἀκολούθως ἐπὶ τοῦ παρόντος παραινεῖ φεύγειν τοὺς τῶν παρανόμων τρόπους, μηδὲ τὰς ὁμοίους αὐτῶν πράξεις ζηλοῦν. Ἐπεὶ δ' ἕτερόν ἐστι τοῦ ζηλοῦν τὸ παραζηλοῦν, ἐρεῖς, ὅτι τὸ ἐρεθίζειν καὶ εἰς ζηλοτυπίαν ἐγείρειν, τοῦτό ἐστι τὸ παραζηλοῦν. Ὅθεν ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· Μὴ διαμάχου ἐν πονηρευομένοις· ὁ δὲ Σύμμαχος· Μὴ φιλονείκει κακούργοις. Νοήσεις δὲ τὸ εἰρημένον καὶ ἀπὸ τοῦ· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Οὕτω καὶ ὁ Ἀπόστολος γράφων Κορινθίοις ἔλεγεν· Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τὸ δὲ ζηλοῦν τοῦ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν ὃ νομίζει τῷ πέλας παρεῖναι, ἀγαθόν. Καὶ ἔστι τὸ ζηλοῦν μέσον· πολλάκις γὰρ ὁ ζῆλος περὶ οὗ ὁ αὐτός φησιν· Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ' ἐκκλεῖσαι ὑμᾶς θέλουσιν. Φθόνος μὲν οὖν οὐκ ἂν γένοιτό ποτε ἀγαθός· λύπη γάρ ἐστιν ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ· ζῆλος δέ ἐστιν ὅτε γίνεται ἀγαθὸς καθὼς ἀποδεδώκαμεν. Ἐνταῦθα δὲ ὁ λόγος κατὰ μὲν τὸν Ἀκύλαν μὴ διαμάχεσθαι ἐν πονηρευομένοις παραινεῖ, κατὰ δὲ Σύμμαχον, μὴ φιλονεικεῖν ἐν κακούργοις, κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, μὴ ἐρεθίζεσθαι ἐν πονηρευομένοις· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Μὴ παροξύνου, φησὶ, μηδὲ ἐρεθίζου ὁρῶν ἑτέρους πονηρευομένους· μηδέ σε ἐγειρέτωσαν εὐθηνούμενοι κακοὶ ἐπὶ τὸ καὶ ἐθέλειν ὁμοίως αὐτοῖς εὐπραγεῖν. Ἐκεῖνοι μὲν γὰρ εὐθηνούμενοι καὶ τρυφῶντες παραζηλοῦσί σε· σὺ δὲ μὴ παραζήλου μηδὲ παροξύνου· ἀλλὰ μηδὲ ζήλου τοὺς ποιοῦντας ἀνομίαν, μηδὲ μακάριζε αὐτοὺς, καὶ ἐν ἀγαθοῖς εἶναι νόμιζε· μηδ' εὔχου καὶ σαυτὸν ὁμοίως αὐτοῖς πράττειν. Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Εἶτα τὴν αἰτίαν διδάσκει, λέγων, ὅτι τὸ τέλος αὐτῶν τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τοῦ χόρτου· ὃς πρὸς ὀλίγον ἀνθήσας, ταχὺ ἀποξηραίνεται. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Ἀλλὰ καὶ ὡσεὶ λάχανα χλόης