97
ταχὺ ἀποπεσοῦνται· οὐδὲ γεωργουμένοις λαχάνοις ἄξιοί εἰσι παραβάλλεσθαι. Τί οὖν ἄξιον ζηλοῦν τούτους, οἳ πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται, ὡς ἐδίδαξεν ὁ Σωτήρ; Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Κατατρύφησον τοῦ Κυ 23.325 ρίου, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου. Ἀποστρέψας τοῦ ζήλου τῶν πονηρῶν διὰ τῶν πρώτων, εὐθὺς ἐκ παραλλήλου τὴν ὀρθὴν καὶ βασιλικὴν ὁδὸν τίθησι, δεικνὺς ὁποίαν χρὴ βαδίζειν. ∆ιό φησιν· Ἄνω βλέπε, ὦ οὗτος, ἀφορῶν εἰς τὸν τῶν ὅλων κυβερνήτην, καὶ αὐτὸν σεαυτοῦ ἐλπίδα θέμενος· θάρσει ὡς ἐπὶ μεγάλην ἄγκυραν ἡδρασμένος. Καὶ τὰ μὲν τῆς διανοίας σου ταύτην ἐχέτω τὴν ἐλπίδα· ταῖς δὲ πράξεσιν ἐργάζου καὶ ποίει χρηστότητα, ὡσανεὶ σπόρους σαυτῷ βαλλόμενος ἐπ' ἀγαθῇ καρπῶν συγκομιδῇ. Ταῦτα δὲ τὰ δύο κτησάμενος, μηκέτι περί τινος ἀγωνία. Κατασκήνου τὴν γῆν ἀμερίμνως, καὶ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν, ὥσπερ ἐν σκηνῇ, πρὸς ὀλίγον ἑστὼς δίαγε. Ποιμανθήσῃ γὰρ δίκην θρέμματος ἀγαθοῦ ὑπὸ ποιμένι καλῷ ποιμαινόμενος. Εἰ γάρ τίς ἐστιν ἐν ἀνθρώποις ἀληθινὸς ψυχῆς πλοῦτος, ὁ ἐν θείοις δόγμασι καὶ τοῖς τῶν θείων ἀναγνωσμάτων μαθήμασι, τούτων ἀπολαύσεις, ὥστε λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Οὐδὲν γάρ σε ὑστερήσει ποιμαινόμενον ἐν τῷ πλούτῳ τοῦ καλοῦ ποιμένος, τῷ δεδωρημένῳ τοῖς ἔτι ἐπὶ γῆς ποιμαινομένοις ἀνθρώποις. Ἀντὶ δὲ τοῦ, Καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς, ὁ Σύμμαχος, Καὶ ποιμαίνου διηνεκῶς, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, Καὶ νέμου πίστιν. Εἶθ' ὥσπερ τῶν πονηρευομένων καὶ τῶν ποιούντων τὴν ἀνομίαν ὑπέγραψε τὸ τέλος, οὕτως καὶ σοὶ τῷ ἐλπίζοντι ἐπὶ τὸν Κύριον καὶ ποιοῦντι χρηστότητα ὁπόσα ὑπάρξει ἀγαθὰ καταριθμεῖται. Πρῶτον μὲν γὰρ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ τῷ ἀληθινῷ τοῦ καλοῦ ποιμένος· δεύτερον, κατατρυφήσεις τοῦ Κυρίου· καὶ τρίτον, δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Κατατρυφᾷν δὲ τοῦ Κυρίου δυνήσεται ὁ τῆς ψυχῆς τὰ αἰσθητήρια κεκαθαρισμένος, ὡς δύνασθαι ἐσθίειν τὸν ζῶντα ἄρτον καὶ τὰς ζωοποιοὺς αὐτοῦ σάρκας, πίνειν τε τὸ σωτήριον αὐτοῦ αἷμα. Τούτοις τρεφόμενος καὶ πιαινόμενος, τῆς ἐνθέου μέθης ἀπολαύων· Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἤδη μὲν γὰρ ἐντεῦθεν κατατρυφήσει, ἐθελήσας σε αὐτὸν ἐπιδοῦναι αὐτῷ. Αἴτει δὲ αὐτὸν καὶ τὰ μέλλοντα, ὧν προσδοκᾷς τὴν λῆψιν. Ὁ γὰρ τὰ παρόντα δεδωκὼς ἀφθόνως δωρήσεται καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἀντὶ δὲ τοῦ, Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτὸν, ὁ Ἀκύλας φησί· Σίγησον τῷ Κυρίῳ, καὶ ἀποκαραδόκει αὐτόν· ὁ δὲ Σύμμαχος· Ἡσύχαζε τῷ Κυρίῳ, καὶ ἱκέτευε αὐτῷ. Τὰ γὰρ προλεχθέντα πράττοντα, καὶ ἐπὶ τοῖς εἰρημένοις ἐλπίζοντα, ἡσυχάζειν προσήκει τέως ἐν τῷ παρόντι, καὶ μετὰ σιωπῆς προσδοκᾷν τὰ ἐπηγγελμένα. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμὸν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι γῆν. Ἐπαναλαμβάνει τὸν λόγον ἀναγκαίως. Ἐπεὶ γὰρ ἔγνως, φησὶν, ὁποῖός σοι πλοῦτος τεταμίευται, μὴ παραζήλου ἐν τῷ νομιζομένῳ 23.328 κατὰ τὸν παρόντα βίον κατευοδοῦσθαι ἀνθρώπῳ ποιοῦντι παρανομίας· μὴ γὰρ παροξύνου, μηδὲ μακάριζε τὸν τοιοῦτον, ἀκριβῶς εἰδὼς, ὅτι μένει αὐτὸν ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας τοῦ Θεοῦ. ∆ιὸ σὺ μὴ ὀργίζου, μηδὲ θυμοῦ κατὰ τοῦ νομιζομένου εὐθηνεῖν ἀσεβοῦς, μηδὲ ζήλου αὐτὸν ὡς καὶ θέλειν τὰ ὅμοια αὐτῷ πονηρεύεσθαι· εὖ γὰρ ἴσθι καὶ πέπεισο ἀκριβῶς, ὅτι τὸ τέλος τῶν πονηρευομένων ὀλέθριον τυγχάνει. Οἱ γὰρ πονηρευόμενοι ἐξολοθρευθήσονται, μόνοι δὲ οἱ μακρόθυμοι καὶ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴ τις γάρ ἐστι γῆ ἀγαθὴ