98
τοῖς ἁγίοις ἐπηγγελμένη, ταύτην κληρονομήσουσιν οἱ ὑπομένοντες τὸν Κύριον· μετὰ γὰρ τῶν ἄλλων τῶν κατηριθμημένων ἀγαθῶν, καὶ αὐτὸς αὐτοῖς δοθήσεται ὁ κλῆρος. Εἰ δ' ἔστιν ἐν οὐρανοῖς Ἰερουσαλὴμ καὶ Σιὼν ὄρος τοῦ Θεοῦ τὸ ἐπουράνιον, ἀκόλουθόν ἐστι καὶ γῆν ἐπουράνιον νοεῖν τὴν ἐπηγγελμένην τοῖς ἀξίοις. Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός. ∆ιερμηνεύει τὰ ἀνωτέρω λελεγμένα, τὸ μὲν, Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται, διὰ τοῦ, Ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός· καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· τὸ δὲ, Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου, σαφέστερον ἀποδίδωσι διὰ τοῦ, Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Πῶς γάρ τις κατατρυφήσει τοῦ Κυρίου παρίστησι, πλῆθος εἰρήνης παρ' αὐτῷ εἶναι λέγων· οὗ πλήθους εἰρήνης ἀπολαύσουσιν οἱ τοῦ Κυρίου κατατρυφήσαντες. ∆ιὰ τούτων δὲ ὁ λόγος σαφῶς ἑτέραν τινὰ γῆν ἀγαθὴν τὴν τοῖς πραέσι δοθησομένην διδάσκει, καὶ τρυφὴν καὶ πλῆθος εἰρήνης εἰς μέλλουσαν ἀναπέμπει ζωήν. Οὐ γὰρ ἠγνόει, ὅτι ὁμοίως τοῖς ἁμαρτωλοῖς κατὰ τὸν παρόντα βίον καὶ οἱ δίκαιοι τελευτήσουσιν, ὡς δύνασθαι καὶ περὶ αὐτῶν λέγεσθαι τό· Ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ δίκαιος, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς· τελευτῶσι γὰρ ὁμοίως τοῖς ἁμαρτωλοῖς καὶ αὐτοί. Οὐκ ἂν δὲ εἶπε περὶ τῆς παρούσης γῆς τόδε· Οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν, σαφῶς ὁρῶν τῶν πάντων πραότατον Μωϋσέα, πάλαι ἐξ ἀνθρώπων γενόμενον καὶ τῆς παρούσης γῆς ἀπηλλαγμένον. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. Τῶν τε ἀσεβῶν τὰς κατὰ τῶν δικαίων ἐπαναστάσεις, καὶ ἀμφοτέρων τῶν ταγμάτων τὰ τέλη. Μὴ γὰρ ἀρκούμενος, φησὶ, τοῖς ἑαυτοῦ πλημμελήμασιν ὁ ἁμαρτωλὸς, οὐ φέρει βλέπων τὸν δίκαιον θεοσεβοῦντα· ἔλεγχον γὰρ τὸν ἐκείνου βίον τῆς ἑαυτοῦ μοχθηρίας ἡγεῖται· διὸ λέγει· Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ὅθεν ἐπιτηρεῖ ὅπως αὐτὸν καταβάλῃ. Ἀλλ' ὁ μὲν δίκαιος οὐ προσποιεῖται, οὐδὲ γινώσκει τὰ λαθραίως κατ' αὐτοῦ μηχανώμενα· ὁ δὲ παντεπόπτης Κύριος, προορῶν τὴν τοῦ ταῦτα διανοουμένου πτῶσιν, τῶν λογισμῶν αὐτοῦ καταγελᾷ. Καὶ τέως μὲν πλέον οὐδὲν ἢ γελᾷ ἐπ' αὐτῷ μάτην τοιαῦτα λογιζομένῳ· ἐπειδὰν δ' ἐπὶ τὰ ἔργα χωρῇ, ἀκονήσας ἑαυτοῦ τὰ ξίφη ὡς μέχρι θανάτου ἐπιβουλεῦσαι τῷ τὴν διὰ Θεὸν πτω 23.329 χείαν καὶ πενίαν ἀνειληφότι, καὶ τὴν ἄκραν κατορθοῦντι φιλοσοφίαν, τὸ τηνικαῦτα στρέφει τὴν αὐτῶν ῥομφαίαν κατὰ τῆς αὐτῶν καρδίας ὁ πάλαι καταγελῶν αὐτῶν Κύριος, καὶ τὰ κατὰ τοῦ δικαίου τόξα τῶν ἀσεβῶν συντρίβει. Μετελεύσεται γὰρ αὐτούς· οὐδὲ ἔτι γελῶν ἐφ' οἷς διανοοῦνται, ἀλλὰ τῇ δίκῃ τῇ προσηκούσῃ κατ' αὐτῶν χρώμενος. Ταῦτα δὲ, ὅτι μὴ λόγοι τυγχάνουσιν, ἀλλ' ἔργα ἀληθῆ μαρτυρούμενα ὑπ' αὐτῆς ἐνεργείας, καὶ ἡμῖν αὐτοῖς τοῖς ταῦτα νυνὶ διεξιοῦσιν ἡ πεῖρα τῶν ἔργων ἐπιστώσατο. Ὀφθαλμοῖς γοῦν παρειλήφαμεν, ὡς οἱ ἁμαρτωλοὶ ἐν τοῖς καθ' ἡμῶν διωγμοῖς ῥομφαίαν ἐσπάσαντο κατὰ τῶν δικαίων, καὶ ὡς ἐνέτειναν τὰ τόξα αὐτῶν τοῦ καταβαλεῖν πένητα καὶ πτωχὸν, καὶ τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ ὡς ἔπραξαν καὶ κατέβαλον καὶ ἀνεῖλον ποικίλοις τρόποις θανάτων τοὺς κατὰ Θεὸν ἀνδρισαμένους ἁγίους μάρτυρας. Ὥσπερ δὲ ταῦτα ἱστορησάμενοι, οὕτω καὶ τὴν μετελθοῦσαν αὐτοὺς τοῦ Θεοῦ δίκην τεθεάμεθα, τοιαύτην γενομένην, ὡς μὴ ἁμαρτεῖν τὸν φήσαντα ἀληθῶς, τὴν ῥομφαίαν αὐτῶν εἰσεληλυθέναι εἰς τὴν καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντετρῖφθαι. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ. Οὐ προείρηται μόνον, ἀλλὰ δι' ἔργων ἀποπεπλήρωται, καὶ τὸν ἄλλον δὲ χρόνον. Ὁ μὲν δίκαιος πτωχεύων, ἀρκεῖται τῷ ὀλίγῳ, δεδιδαγμένος ἐν προσευχῇ λέγειν· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· ὁ δὲ ἁμαρτωλὸς, πλούτῳ περιῤῥεόμενος, ἀγαθοῦ τινος ἀπόλαυσιν νομίζει.