98
πρὸ τῆς ἀναστάσεως, τῆς δὲ θεότητος τὴν φύσιν κηρύττουσιν ἀπαθῆ, τί δήποτε τὴν παθητὴν φύσιν ἐῶντες, τῇ ἀπαθεῖ τὸ πάθος προσάπτουσιν; ιεʹ. Ἄλλως. Εἰ τὸ χειρόγραφον ἡμῶν ὁ σωτὴρ καὶ κύριος προσήλωσε τῷ σταυρῷ, κατὰ τὸν θεῖον ἀπόστολον, τὸ σῶμα ἄρα προσήλωσεν. Ἐν γὰρ τῷ σώματι πᾶς ἄνθρωπος, οἷόν τινα γράμματα, πήγνυσι τὰς τῶν ἁμαρτημάτων κηλῖδας. Τούτου δὴ χάριν ὑπὲρ τῶν ἡμαρτηκότων τὸ πάσης ἁμαρτίας ἐλεύθερον παρέδωκε σῶμα. ιʹ. Ἄλλως. Ὅταν τὸ σῶμα ἢ τὴν σάρκα ἢ τὴν ἀνθρωπότητα πεπονθέναι λέγωμεν, τὴν θείαν οὐ χωρίζομεν φύσιν. Ὥσπερ γὰρ ἥνωτο πεινώσῃ καὶ διψώσῃ καὶ κοπιώσῃ, καὶ μέντοι καὶ καθευδούσῃ, καὶ ἀγωνιώσῃ τὸ πάθος, οὐδὲν μὲν τούτων ὑφισταμένη, συγχωροῦσα δὲ ταύτῃ δέχεσθαι τὰ τῆς φύσεως πάθη, οὕτω συνῆπτο καὶ σταυρου-μένῃ, καὶ συνεχώρει τελεσιουργηθῆναι τὸ πάθος, ἵνα λύσῃ τῷ πάθει 265 τὸν θάνατον, ὀδύνην μὲν ἐκ τοῦ πάθους οὐ δεχομένη, τὸ δὲ πάθος οἰκειωσαμένη, ὡς ναοῦ γε ἰδίου, καὶ σαρκὸς ἡνωμένης, δι' ἣν καὶ μέλη Χριστοῦ χρηματίζουσιν οἱ πιστεύσαντες, καὶ τῶν πεπιστευκότων αὐτὸς ὠνόμασται κεφαλή. 266 Ἄτρεπτος, ἀσύγχυτος, ἀπαθὴς μένει Ὁ συνάναρχος τοῦ θεοῦ πατρὸς λόγος, Κἂν σάρκα λάβοι τῶν χρόνων ἐπ' ἐσχάτων· Ὥσπερ Θεοδώριτος ἐνταῦθα γράφει Λαβὼν θεοδώρητον ἐξ ὕψους χάριν. Ὡς τριστόμῳ γοῦν ἠκονημένῳ ξίφει, Οἱ δυσσεβοῦντες, τοῖς τρισὶ τούτοις λόγοις Βάλλοισθε, καὶ σφάζοισθε, καὶ πίπτοιτέ μοι, Ὅσοι τροπήν, σύγχυσιν, ἀλλὰ καὶ πάθος, Κακῶς προσάπτειν οὐ πτοεῖσθε τῷ λόγῳ, Καὶ σπαρτίον δέ, Σολομὼν ὥς που γράφει, Ἀρραγὲς ὡς ἔντριτον ἡμῖν ἀγχόνης Ἡ τριὰς ἔστω τῶν σοφῶν τούτων λόγων.