99
Ἀλλ' ἐγὼ, φησὶν, εὖ οἶδα, διδάσκω δὲ καὶ ἑτέρους· ὅτι πολλῷ βελτίων ἐστὶν ὁ δίκαιος τὸν ἐφήμερον ἄρτον παρὰ τοῦ Θεοῦ λαμβάνων τοῦ τῶν ἁμαρτωλῶν πλούτου. Εἰ δ' ἐρωτᾷς, τὴν αἰτίαν μάνθανε· ὅτι ὁ μὲν ὀλίγῳ ἀρκούμενος ἔχει τὸν Κύριον ὑποστηρίζοντα αὐτοῦ τὴν ψυχὴν καὶ τὴν ζωὴν καὶ τὸν βίον, ὑπὲρ πάντα τε πλοῦτον ἐπαρκοῦντα αὐτῷ· οἱ δὲ τῶν ἁμαρτωλῶν βραχίονες οὐ διαμένουσιν ἰσχυροὶ, οὐδὲ ὁ πλοῦτος αὐτῶν βέβαιος· συντριβήσονται γὰρ ὅσον οὐδέπω γενόμενοι ὡσεὶ λάχανα χλόης καὶ ὡσεὶ χόρτος ἀποξηραινόμενοι. Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται, ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. Ὅτι τοῦ δεξιοῦ τάγματος, λέγω δὲ τῶν δικαίων, οὐ μόνον ὑποστηρίζει ὁ Θεὸς τὴν ζωὴν, ἀλλὰ καὶ τὰς περιμενούσας αὐτοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἡμέρας ἀκριβῶς οἶδε, τήν τε ἡτοιμασμένην αὐτοῖς κληρονομίαν, περὶ ἧς ἀνωτέρω ἐλέχθη. ∆ιὸ οὐδὲν αὐτοὺς καταβλάψει τὸ βραχὺ, καὶ λυπηρὸν τοῦ παρόντος βίου, καὶ τὸ πένεσθαι καὶ πτωχεύειν διὰ τὸν Κύριον. Γυμνάσιον γὰρ αὐτῶν ἐστι τῆς προαιρέσεως ἡ καρτερία, δι' ἧς τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες, τεύξονται τῶν ἐπηγγελμένων, Ἀντὶ δὲ τοῦ, γινώσκει, ὁ Σύμμαχος, Προοῖδεν ὁ Κύριος τὰς ἡμέρας τῶν ἀμώμων, ἐξέδωκεν. Καὶ ἄλλο δὲ μέγα ὑπάρξει τούτοις· ἐν γὰρ καιρῷ πονηρῷ οὐ καταισχυνθήσονται, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθή 23.332 σονται. Καιρὸς δὲ πονηρός ἐστιν ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ οἱ μὲν τῆς δικαιοκρισίας τοῦ Θεοῦ πειρασθήσονται, οἱ δὲ τοῦ δεξιοῦ τάγματος ἀπολείψονται δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν, ζητοῦντες ζωὴν αἰώνιον. Οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν ἑστῶτα καιρὸν, οἱ μὲν δίκαιοι τῆς ἐνθέου τροφῆς ἀπολαύοντες χορτασθήσονται· οἱ δὲ ἁμαρτωλοὶ λιμῷ καὶ ἐνδείᾳ λογικῆς τροφῆς ἀπολοῦνται. Τίς δὲ ὀφθαλμοῖς παραλαβὼν τοὺς καθ' ἡμᾶς ἀσεβεῖς πλούτῳ καὶ δόξῃ καὶ ἀξιώμασι θαυμασθέντας, μεγάλων τε ἐθνῶν ἄρξαντας, ἀθρόως ἐκπεσόντας τοῦ ὑψώματος, οὐκ ἂν ὁμολογήσειεν ἀληθῆ τυγχάνειν τὸ φῆσαν λόγιον· Οἱ δ' ἐχθροὶ τοῦ Θεοῦ ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ἐπαρθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον. Καπνὸς δὲ πυρὸς σβεσθέντος σημεῖον· διὸ καὶ τούτους καιρῷ φλέξαντας πυρὸς δίκην, κἄπειτα ἀποσβεσθέντας, ὁμοίως ἐν τῷ παραδείγματι. ∆ανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ. Μηδὲν κεκτημένος, παρὰ τοῦ δικαίου πολλάκις δανειζόμενος λόγους ὠφελίμους καὶ σωτηρίους, ἢ παρὰ τοῦ Θεοῦ εὐεργεσίας τυγχάνων, οὐκ ἀποτίννυσι τὴν ὀφειλήν. ∆έον γὰρ ὠφεληθέντα, ἔργα καὶ πράξεις παρασχεῖν ἀξίας ὧν εἴληφεν. Ὁ δὲ οὐκ ἀποτίννυσιν, μένει δὲ ἄκαρπος τῶν τῆς δικαιοσύνης ἔργων. Ὁ δὲ δίκαιος, πλουτῶν ἐν τῷ κατὰ Θεὸν πλούτῳ, οἰκτείρει καὶ παρέχει τοῖς δεομένοις. Ἀλλὰ καὶ οἱ τὸν δίκαιον εὐλογοῦντες συγκληρονόμοι αὐτοῦ γενήσονται. Ἣν γὰρ ἐπηγγείλατο ἀνωτέραν τοῖς δικαίοις κληρονομίαν ὁ λόγος, ταύτην αὐτὴν καὶ τοῖς εὐλογοῦσι τὸν δίκαιον ὑπισχνεῖται, ἀκολούθως τῷ· πρὸς τὸν Ἀβραὰμ χρησμῷ φήσαντι· Καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε. Τὸ δὲ, Καὶ οἱ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται, ὅμοιον ἂν εἴη τῷ λελεγμένῳ πρὸς τὸν Ἀβραάμ· Καὶ τοὺς καταρωμένους σε καταράσομαι. Ὥσπερ γὰρ ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν ἑαυτοῦ βάλλει, οὕτως ὁ κατάραις βάλλων τὸν δίκαιον, διὰ τὸ μὴ δύνασθαι κατάραν ἵστασθαι κατ' αὐτοῦ, ἀντιστρέφουσαν αὐτὴν εἰς ἑαυτὸν λήψεται. Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται. Πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα ὑπάρχει τῷ τοῦ Θεοῦ ἀνθρώπῳ· τὰς ὁδοὺς αὐτοῦ ἐξομαλίζει ὁ Θεὸς, ὥστε εὐροεῖν αὐτοῦ τὸν βίον, καὶ ἀπαραποδίστως θεοσεβεῖν, μηδενὸς ὑποσκελίζοντος διὰ τὸν κατευθύνοντα αὐτοῦ τὰ διαβήματα, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει, ἀποδοχῆς ἀξίαν ποιοῦντα· ὥστε λέγεσθαι, Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. Ὅταν