1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

100

τὰ κακὰ τῇ Βαβυλῶνι *Ὁ λόγος ὃν ἐνετείλατο Κύριος Ἱερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαρέᾳ υἱῷ Νηρίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας, καὶ Σαρέας ἄρχων δώρων. Τουτέστιν, ὁ πρῶτος τῶν ἀποκομιζόντων τὰ δῶρα ἦν ὁ Σαρέας· λέγει δὲ τὰ δῶρα τὰ παρὰ Σεδεκίου ἀποστελλόμενα τῷ Ναβουχοδονόσορ, ἔνθα προστάττει αὐτῷ λαβεῖν τὸ βιβλίον, καὶ δῆσαι λίθον ἐπ' αὐτὸ, καὶ ῥίψαι εἰς τὸ μέσον τοῦ Εὐφράτου, μήνυμα τῆς ἀπωλείας τῆς Βαβυλῶνος. Ἵνα γὰρ μὴ νομισθῇ κατὰ χάριν ὑπὲρ τοῦ βαρβάρου λέγειν ἅπαντα, ἔτι ἀνθοῦντος τοῦ Ναβουχοδονόσορ τὴν κατὰ τῆς Βαβυλῶνος προφητείαν ἐποιήσατο, διὰ πάντων πιστούμενος τὸν Ἰσραὴλ, ὡς οὐ κολακείᾳ τῶν πολεμίων προφητεύων λέγει τὰ κατὰ τῆς πόλεως, ἀλλ' ἐπὶ σωφρονισμῷ τῶν ὄντων. Τοῦτο τέλος τοῦ βιβλίου τοῦ προφήτου ἐπεσημήνατο, ὁ συνθεὶς τὰ τοῦ προφήτου ῥήματα, τὰ δὲ μετὰ ταῦτά φασι ἐκ τῶν Βασιλειῶν μετενηνέχθαι, οὐδεμίαν ἀκολουθίαν ἔχοντα πρὸς τὴν τοῦ Ἱερεμίου προφητείαν.

ΚΕΦΑΛ. ΝΒʹ.

Καὶ ἐπορεύθησαν τὴν ὁδὸν τὴν εἰς Ἄραβα. Τουτέστιν, ἐπὶ τὴν πεδιάδα ἔφυγον. Τοῦτο γὰρ μηνύει τὸ Ἄραβα. Καὶ ἐλάλησεν αὐτῷ. Ὅρα βάρβαρον ἄνθρωπον, τὸ συνειδὸς ἔχοντα καθαρὸν, ἐπειδὴ μετὰ παῤῥησίας παρεγένετο τῆς τῶν ὅρκων. Οἱ δὲ τῆς δίκης κρατοῦντες οὐ παραιτοῦνται, καὶ τοῖς ὑποδεεστέροις διδόναι λόγον· οὕτως πανταχοῦ πολλὴ τοῖς ἀνθρώποις ἡ σπουδὴ τοῦ 64.1037 καλοῦ. Ἠβουλήθη δεῖξαι, ὡς οὐκ ἀδικεῖ. Καὶ ἀπάγει λοιπὸν αὐτὸν, παράδειγμα τοῖς μετὰ ταῦτα ἐσομένοις. Καὶ τὴν στεφάνην, καὶ τοὺς λέβητας. Στεφάνην λέγει τὸ καγκελωτὸν σχῆμα, τὸ περὶ τοὺς κίονας. Καὶ τὰ θυμιατήρια, καὶ τὸ σπονδεῖα. Σπονδεῖα λέγει φιάλας χρυσᾶς, δι' ὧν τὸν οἶνον ἔσπενδον, καὶ τὸ θυμίαμα ἐπέβαλλον τῷ πυρὶ, καὶ τὰς Ἀφὼθ, κρατῆρας λέγει, οἵ εἰσιν οἱ ποτηροπλύται, καὶ τὰς Μασμαρὼθ, τοὺς ῥαντιστῆρας λέγει τοῦ αἵματος, καὶ τοὺς κυάθους, τὰ μικρὰ ξέστια λέγει, ἐν οἷς ἐλάμβανον τῶν μεγάλων ἀγγείων τὸν οἶνον. Καὶ τῶν στύλων τῶν δύο, καὶ τῆς θαλάσσης, ὧν ἐποίησεν ὁ βασιλεὺς Σολομὼν εἰς οἶκον Κυρίου. Εὔδηλον ὡς προτιθέναι ταῦτα· φαίνεται γὰρ ἤδη ὑπὸ τῶν ἀπογόνων τοῦ Σολομῶνος ἐπαρθέντα, ὥστε καὶ ἐπὶ λιθίνης βάσεως ἑστάναι τὸν λουτῆρα, ὃν δὴ θάλασσαν προσηγόρευσεν ἡ Γραφή.