101
δίκην δώσουσιν αἰώνιον· καὶ ὥσπερ τοῦ δικαίου τὸ σπέρμα εἰς εὐλογίαν ἔσεσθαι ἐλέγετο, οὕτως τῶν ἀσεβῶν τὸ σπέρμα ἐξολοθρευθήσεται. Οἱ δὲ δίκαιοι τὴν ἐπηγγελμένην τοῖς πραέσι κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν ἐν αὐτῇ εἰς αἰῶνα αἰῶνος. Ἐπίτηδες δὲ ταῦτα πολλάκις ἐπαγγέλλεται ὁ λόγος, βεβαιῶν διὰ τῆς ἐπαναλήψεως τὰς ὑποσχέσεις, ἡμᾶς τε βουλόμενος ἐνδιατρίβειν τοῖς αὐτοῖς λόγοις καὶ καταμελετᾷν αὐτοὺς, ὡσανεὶ τροφὴν λογικὴν μασωμένους, εἰς ἀνάδοσιν τῆς κατὰ τὴν ψυχὴν ἡμῶν εὐπεψίας. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδ' οὐ μὴ καταδικάσηται αὐτὸν ὅταν κρίνηται αὐτῷ. Ἐπιμένων τῇ τοῦ λόγου προτροπῇ, ζηλωτὰς ἡμᾶς γίνεσθαι τοῦ δικαίου παρορμᾷ, τὸν πλοῦτον αὐτοῦ καταριθμούμενος. Πρὸς γὰρ τοῖς εἰρημένοις ἔτι καὶ ταῦτα αὐτῷ πρόσεστι· κεχάρισται αὐτῷ μέγα δῶρον ὁ Θεὸς ἀνθρώπῳ ὄντι, τῆς ἀληθοῦς σοφίας τὴν γνῶσιν. Σοφία μὲν γάρ ἐστι θείων καὶ ἀνθρωπείων ἐπιστήμη, καὶ δι' ἧς πάντα γέγονε· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε. Καὶ αὕτη ἐστὶν ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος, δι' οὗ τὰ πάντα ἐγένετο. Ταύτης οὖν φωνὰς καὶ λόγους καὶ μαθήματα ὁ Θεὸς εἰς ἀνθρώπους κατεβάλετο, ὡς ἂν μὴ ἀργὸς εἴη ὁ δίκαιος, μηδὲ ἄπρακτος καὶ ἔρημος ἀγαθῶν· ἔχοι δὲ ἅμα στόμα τῆς οὐρανίου σοφίας τὴν μελέτην· ἧς μεταλαμβάνων ὥσπερ οὐρανίου τροφῆς, τὴν ψυχὴν πρῶτος αὐτὸς δυναμοῦται, εἶτα καὶ ἑτέροις χορηγεῖ. ∆ιὸ λέλεκται· Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Εἰδὼς δὲ, ὅτι ὁ νόμος τοῦ Θεοῦ πνευματικός ἐστι, συνήδεται δὲ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ἐν αὐτῇ τῇ καρδίᾳ αὐτοῦ τὴν θεωρίαν τοῦ νόμου καὶ τὸ βάθος τῶν ἐν αὐτῷ μυστηρίων ὑποδέδεκται· διὰ δὲ ταύτην τὴν ἄσκησιν οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ· ἐπειδὴ παρὰ Κυρίου τὰ διαβήματα αὐτοῦ κατευθύνεσθαι, καὶ διὰ τῶν ἀνωτέρω ἐλέλεκτο. Εἰ δὲ καί ποτε ἁμαρτωλὸς διαφθονούμενος τῇ αὐτοῦ προκοπῇ ἐπιβουλεύσειεν αὐτῷ εἰς θάνατον, ἄφρων οὗτος λεχθήσεται ἀδυνάτοις ἐπιχειρῶν. Ὁ γὰρ μέγας αὐτοῦ προστάτης οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδ' οὐ μὴ καταδικάσῃ αὐτὸν ἐν τῷ κρίνεσθαι αὐτῷ. Ὁ δὲ Σύμμαχος, Οὐδὲ καταδικάσει κρινόμενον. 23.337 Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Οὕτως ἐπὶ τοῦ παρόντος διὰ πείρας ἐληλυθέναι τοῦ τέλους τῶν ἀσεβῶν φησιν· Οὐ γὰρ ἐξ ἀκοῆς πάλαι ποτὲ γενόμενα ἑτέρων λεγόντων ἀκήκοα· ἀλλ' αὐτὸς εἶδον, φησὶ, βλασφήμους ἄνδρας καὶ ἀθέους θαυμαζομένους μὲν ὑπὸ πάντων, ἐπαιρομένους δὲ καὶ γαυριῶντας, οἰομένους τε διαιωνίζειν ἐν τῷ βίῳ. Ἀλλ' ὡς ἔτι παρ' ἐμαυτῷ διελογιζόμην πῶς οἵδε, καίπερ ἀσεβεῖς ὄντες, τοσούτων τετυχήκασι, δεύτερον αὐτοὺς θεάσασθαι βουληθεὶς, ἐπῇρα τοὺς ὀφθαλμούς· οἱ δὲ οὐκ ἦσαν οὐδαμοῦ, ἀφανεῖς δ' ἀθρόως ὑπῆρχον, Εἶτα δὲ ἴχνος αὐτῶν καὶ ὑπόλειμμα βουληθεὶς καταλαβεῖν, οὐδὲ τὸν τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν εὑρεῖν δεδύνημαι. ∆ιόπερ ἐπειδὴ τοιοῦτο τὸ τούτων τέλος, φεῦγε σὺ ὁ μαθητευόμενος τοῦτον τῶν ἀσεβῶν τὸν τρόπον, καὶ ἀπόνιψον μὲν ἑαυτοῦ πᾶσαν κακίαν, ἀγάπησον δὲ τὴν εὐθεῖαν ὁδόν. Μένει γὰρ ἐγκατάλειμμα καὶ ἐλπὶς ἀγαθὴ, τῷ τὴν εἰρήνην καὶ τὴν φιλίαν τὴν πρὸς τὸν Θεὸν μεταδιώξαντι, καὶ διὰ τοῦτο εἰρηνικῷ ἀνθρώπῳ γενομένῳ. Κατὰ δὲ τὸν Σύμμαχον, Φύλασσε, φησὶν, ἁπλότητα, καὶ ὅρα εὐθὺ, ὅτι ἔστι μέλλοντα ἀνθρώπῳ εἰρηνικῷ. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΛΖʹ.