102
Εἰς ἀνάμνησιν. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Αὐτοῖς ῥήμασι καὶ αὐταῖς συλλαβαῖς καὶ ὁ ʹ ψαλμὸς τούτῳ παραπλησίως ἄρχεται, καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προκειμένῳ φερομένοις συγγενῆ τυγχάνει. Ἀλλ' ἐν μὲν τῷ ἕκτῳ ἡ προγραφὴ περιεῖχεν· Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ ∆αυΐδ· ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδὲν, μόνον δὲ τὸν ψαλμὸν τῷ ∆αυῒδ εἰς ἀνάμνησιν δέδεικται. Ἥ γε μὴν προσθήκη ἡ, εἰς ἀνάμνησιν, ἔοικεν ἀναπέμπειν ἡμᾶς εἰς τὴν ἐν τῷ ἕκτῳ προγραφὴν, ὥστ' εἶναι τὰ παρόντα εἰς τὸ τέλος, καὶ, ἐν ὕμνοις, καὶ ὑπὲρ τῆς ὀγδόης· πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὸ, εἰς ἀνάμνησιν. Ἀλλ' ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ, τὰ ὑποπεσόντα εἰς τὴν προγραφὴν εἰρήκαμεν, εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἀναπέμψομεν τὸν ἐντυγχάνοντα. ∆οκεῖ δέ μοι ὁ ∆αυῒδ, διαφόρως ἐν πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφωρικέναι ἑαυτῷ εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διὰ παντὸς φέρειν αὐτὸ ἀνὰ στόμα. Κεχρῆσθαι δὲ αὐτῷ ἀντὶ ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς αὑτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ Θεῷ, δι' ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ' ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Λέγων δέ· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραιτεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· οὐδὲ τὸ παιδευθῆναι φεύγει, ἀλλὰ τὸ μετὰ ὀργῆς· ὡσεὶ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑποκείμενος λέγοι· Μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, ἀλλὰ διὰ ἠπίων καὶ πραοτέρων φαρμάκων. Ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρ 23.340 νεῖται, ἀλλὰ τὸν ἐπίπονον τρόπον τῶν βοηθημάτων. Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς Θεοῦ λεγόμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς οὐ πάθη περὶ τὸν Θεὸν σημαίνει, παντὸς γὰρ πάθους ἀλλότριον τὸ Θεῖον· κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομάζειν ὁ τῆς Γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς Θεοῦ, καὶ ὦτα καὶ χεῖρας καὶ δακτύλους, καὶ πόδας καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονομεῖται, συγκατιὼν τῇ τῶν ἀκροωμένων νηπιότητι. Οὕτως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρτάνουσι κατὰ Θεοῦ κρίσιν, σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν, ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. Τοῦτο γοῦν διδάσκει καὶ ὁ ἱερὸς Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κολάσεις ὀργὴν καὶ θυμὸν ὀνομάζοι· οὐκ ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ὀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφότος. Ἤδη δὲ καὶ οἱ τὰς κολάσεις διακονούμενοι κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ αἱ τοιαίδε, ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. Οὕτω γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ' Αἰγυπτίων ἐπαχθείσης λόγῳ τό· Ἀπέστειλεν ἐπ' αὐτοὺς θυμὸν καὶ ὀργὴν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Οὕτω δεξιὰ λέλεκται Θεοῦ τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορηγούμενα. Ἱκετεύει τοίνυν ὁ ∆αυῒδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι' ἀποστολῆς ἀγγέλων σκυθρωπῶν παιδευθῆναι· διὰ λόγων δὲ σωτηρίων, καὶ μαθημάτων ὠφελίμων καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ τηρηθῆναι εἰς ἡμέραν ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ἤδη δὲ ἐντεῦθεν κατὰ τὸν παρόντα βίον πρὸ τῆς τελευτῆς ἀπολούσασθαι τὰ ἁμαρτήματα· καὶ ἔτυχέ γε τοῦ σκοποῦ. Φαίνεται γοῦν δίκην δεδωκὼς, δι' ὧν ἔπαθε πρὸ τῆς τελευτῆς, ὡς ἐκ τῆς ἱστορίας τῶν Βασιλειῶν μεμαθήκαμεν. Καὶ ἄλλως δὲ αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο παντοίαις ὑποβάλλων κακώσεσιν