103
ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις. Καὶ ἄλλως δέ φησιν· εἰ πέπρακταί μοι τοιοῦτον ἐφ' οἷς ἄξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ ὑπὸ λόγου, καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι, καὶ ὑπὸ διδασκαλίας, καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Ὁ μὲν γὰρ ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει πόθεν αὐτῷ ταῦτ' ἐγίνετο· διὸ ἔλεγεν· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μού εἰσιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ ∆αυῒδ, οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰὼβ, αὐτὴν δὲ τὴν ψυχὴν καιρίαν τρωθεὶς, οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μου ἐστίν· ἀλλ', Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ὁ δὲ μνημονεύει τῆς χειρὸς Κυρίου λέγων· Χεὶρ γὰρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου. Καὶ ὁ διάβολος τῷ Κυρίῳ, Ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἔφασκε· καὶ πάλιν· Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν 23.341 σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. Ἀλλ' ἑτέρα τις ἦν χεὶρ καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ τὰ καθικόμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων· ἐνταῦθα δ' ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενόσηκεν ὁ ∆αυῒδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα τοῦ Θεοῦ ἧφθαι αὐτοῦ, καθὰ ἔφθημεν εἰπόντες, τὰ λογικὰ βέλη, μᾶλλον δὲ αὐτοὺς τοῦ Θεοῦ λόγους νύττοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρουμένους. Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον καὶ τὰ τοῦ διαβόλου πεπυρωμένα βέλη τὰ παθητικὰ καὶ ἐρωτικὰ τὰ εἰς ἐπιθυμίαν αὐτὸν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς σημαίνει; ὧν καὶ ὁ Ἀπόστολος διδάσκει λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ σβέσαι. Ὥσπερ δὲ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη καὶ τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν εἰπών· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν ∆αυῒδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπεὶ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος μέγα ἐφ' ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδίσασθαι καὶ εἰπεῖν· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς, τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Εἰ δὲ οἱ λόγοι τοῦ Θεοῦ, οἱ τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλικοὶ, βελῶν εἰσιν ὀξύτεροι, τὴν συνείδησιν νύττοντες· καὶ οὕτως εἴποις ἂν τὸν ∆αυῒδ, τοῖς ἱεροῖς τούτοις καὶ θείοις βέλεσι κεντούμενον, εὐλόγως παραιτεῖσθαι τὸν διὰ τοῦ θυμοῦ ἔλεγχον. Προσλαβόντα γὰρ, φησὶ, τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικόμενά μοι βέλη, ἱκανῶς με τιμωρεῖται, καὶ αὐτάρκως με κολάζει· ἀλλὰ καὶ ἡ χείρ σου καθήψατο διὰ τῶν ἐπαλλήλων συμφορῶν. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Τὴν γὰρ σάρκα μου, δι' ἧς πέπρακταί μοι τὸ ἁμάρτημα, κολάσεσι παρέδωκα τιμωρούμενος ἐμαυτόν. Τοῦτο γὰρ καὶ ἐδήλου δι' ἑτέρων λέγων· Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ Ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον· καὶ, Ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου ἀπὸ προσώπου τοῦ στεναγμοῦ μου, καὶ ὅσα τοιαῦτα. Ἀντὶ δὲ τῆς ὀργῆς, συμφώνως Ἀκύλας καὶ ὁ Σύμμαχος, Ἀπὸ προσώπου τῆς ἐμβριμήσεώς σου, ἡρμήνευσαν. Ἀπήρκει γάρ μοι ἡ ἀπὸ τῶν σῶν θείων Γραφῶν ἐμβρίμησις, καὶ ἡ διὰ τοῦ προσώπου Ναθὰν ἀπειλή. Ἀντὶ δὲ τοῦ· Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, ὁ Σύμμαχος ἡρμήνευσε, ∆ιὰ τὰς ἁμαρτίας μου. Ἄτοπον δὲ οὐδὲν ὀστᾶ τοὺς οἰκείους ἀποκαλεῖν. Εἰ γάρ ἐσμεν ἀλλήλων μέλη, καὶ ὡς ἑνὶ πάντες κατελογίσθημεν σώματι τὸ 23.344 ἀπεῖργον, καὶ ὀστᾶ τοὺς κατὰ μέρος καὶ