105
τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. ∆ιὸ, ἐλπίσας ἐπὶ σὲ, ἱκετεύω τῆς παρὰ σοῦ θεραπείας τυχεῖν· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν. Ἐπιχαροῦνται δὲ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους. Ἀλλ' ἵνα μὴ ἐπιχαρεῖέν μοι οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ σαλευθῆναι πόδας μου μεγαλοῤῥημονήσαντες, ἐπὶ σὲ κατέφυγον, καί φημι· Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Οὐ γὰρ πάντη περιετράπην, οὐδὲ πτῶμα ἔπεσον τοιοῦτον, οἷον οἱ ἀποστάται σου γενόμενοι. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ Ι∆ΙΘΟΥΜ, Ω∆Η ΤΩ ∆ΑΥΙ∆ ΛΗʹ. Πολλὴν δὲ ἐμφέρειαν ἔχει τὰ ἐν τῇ προκειμένῃ ᾠδῇ λεγόμενα τοῖς ἐν τῷ πρὸ τούτου ψαλμῷ. Ἀλλ' ἐκεῖνον μὲν ὁ ∆αυῒδ ψάλλων, εἰς ἀνάμνησιν ἑαυτῷ συνέταττεν· οὗτος δὲ ἤδη καὶ ἑτέρους παραδίδωσι τοὺς τὰ ὅμοια πεπονθότας αὐτῷ, διὰ τῆς ἴσης ἐξομολογήσεως ζηλοῦν αὐτὸν καὶ μιμεῖσθαι παιδεύων· εἰ μὴ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Ἰδιθοὺμ ταῦτα τὸν ∆αυῒδ ἐδίδασκε λέγειν. Ἠξίωτο γὰρ καὶ αὐτὸς ὁ Ἰδιθοὺμ πνεύματος προφητικοῦ. Μανθάνομεν δὲ διὰ τῶν προκειμένων, ὡς ἄρα προσήκει ἕκαστον ἑαυτῷ διαλέγεσθαι, μηδὲ περιμένειν τοὺς ἔξωθεν διδασκάλους, αὐτὸν δι' ἑαυτοῦ προσομιλοῦντα τῷ λογισμῷ καὶ τῇ διανοίᾳ. Εἶπα· Φυλάξω τὰς ὁδούς μου. Κατ' αὐτὸν, φησὶ, τὸν καιρὸν τοῦ πειρασμοῦ, ἐπαναβαίνοντός μοι τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ἐγὼ ἔλεγον· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Τότε δὲ καὶ ἐθέμην τῷ στόματί μου φυλακήν· καὶ ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Εἶπον· Φυλάξω τὰς ὁδούς μου, μὴ ἁμαρτεῖν διὰ τῆς γλώσσης μου. Φυλάξω τὸ στόμα μου φιμῷ, ἔτι ὄντος ἀσεβοῦς ἐξ ἐναντίας μου. Ἄλαλος ἐγενόμην σιγῇ, ἐσιωπήθην μὴ ὢν ἐν ἀγαθῷ. Ὁρᾷς τίνα τρόπον τὴν αἰτίαν τοῦ μὴ τολμᾷν διαίρειν τὸ στόμα ἐδίδαξεν εἰπών· Καὶ ἐσιώπησα ἐξ ἀγαθῶν, ἢ, ἐσιωπήθην μὴ ὢν ἐν ἀγαθῷ, κατὰ τὸν 23.348 Σύμμαχον; Μὴ γὰρ ὢν ἐν ἀγαθοῖς, μηδὲ παῤῥησίαν ἄγων, ἐμεμνήμην τοῦ λέγοντος· Ἥμαρτες, ἡσύχασον· διὸ ἐσιώπησα μὴ ὢν ἐν ἀγαθῷ. Οὐ μόνον δὲ ἐκωφώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, ἀλλὰ καὶ ἄλγημά μου ἀνεκαινίσθη. Τὸ γὰρ τῆς ψυχῆς μου ἄλγος καὶ τὸ ἐκ τῆς ἁμαρτίας ἐγγενόμενόν μοι ἕλκος, κατὰ βάθους ἐγκείμενον, καὶ κατ' αὐτῆς τῆς συνειδήσεως ἐμπεπηγμένον, ἀνενεοῦτο, ἐπαναβαίνοντός μοι καὶ ἐπονειδίζοντος τοῦ τὴν ἁμαρτίαν ἐνηργηκότος. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. Ἀναμιμνησκόμενος, φησὶ, τῆς ἁμαρτίας, τῆς ἀθυμίας ἐνεπιμπράμην πυρὶ, ὑπ' αὐτῆς πυρούμενος τῆς συνειδήσεως, Ἐλάλησα ἐν γλώσσῃ μου· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, Καὶ μετὰ τὴν ἐξομολόγησιν ὁποίου τέλους τεύξομαι μαθεῖν ἀξιῶ. Βαρούμενος δὲ ταῦτα ἔλεγε, τὴν πρόσκαιρον καὶ θνητὴν ζωὴν διὰ τὸ ἐπαχθὲς αὐτῆς μακροτάτην ἡγούμενος. ∆ιὸ γνωρισθῆναι αὐτῷ τὸν τῆς ἀπαλλαγῆς χρόνον ἐπόθει· ἵν' εὔθυμος γένοιτο, τὴν ἀπὸ τῶν τῇδε ἐλευθερίαν καὶ τῶν πειρατηρίων τὴν ἀπαλλαγὴν εὐαγγελισθείς. Καὶ ἐν τοῖς δ' ἑξῆς προϊὼν ἔλεγεν· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. Ἀνθ' οὗ ὁ Σύμμαχος, Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, ἐξέδωκεν. Ἄλλος δ' ἂν εἴποι παλαιστὰς εἰρῆσθαι τὰς τῶν ἀνθρώπων ἡμέρας, διὰ τὸ πεπληρῶσθαι αὐτὰς ἀγῶνος καὶ πάλης καὶ πειρατηρίων. Ἑξῆς τούτοις φησί· Καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· ἀνθ' οὗ ὁ Ἀκύλας ἡρμήνευσε· Καὶ ἡ κατάδυσίς μου ὡς οὐκ ἔστιν ἐναντίον σου· ὁ δὲ Σύμμαχος· Καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἀντικρύ σου. Ὁ γὰρ πᾶς τῆς ζωῆς ἀνθρώπου χρόνος, παραβαλλόμενος τῇ τοῦ Θεοῦ ζωῇ, καὶ τοῖς αἰῶσι τοῖς ἀπείροις, ὥσπερ οὐθέν ἐστι ἐνώπιον τοῦ Θεοῦ. ∆ιὸ ἀλλαχοῦ εἴρηται· Οἱ οὐρανοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις,