106
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβολαὶ ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἀλλὰ καὶ πᾶσα ἡ παρὰ ἀνθρώποις σπουδὴ ματαιότης ματαιοτήτων ἐστὶ, καὶ, τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, ἢ, πᾶς ἄνθρωπος ἐστηλωμένος, κατὰ τὸν Ἀκύλαν· ἢ, πᾶς ἄνθρωπος ἑστὼς, κατὰ τὸν Σύμμαχον. Ὁ γὰρ νῦν ἑστὼς καὶ ὁ κατὰ τὸν παρόντα χρόνον τὴν θνητὴν ἔτι ζωὴν διεξανύων ματαιότης ἂν εἴη. Εἰ γοῦν μὴ ἀπέκειτό τις ἀνθρώποις ἐλπὶς ἀθανασίας, καὶ ζωῆς αἰωνίου βασιλείας τε οὐρανῶν, εὐλόγως ἂν ἐνομίσθη μάταιόν τι εἶναι πᾶς ἄνθρωπος ζῶν. Καὶ νῦν τίς ἡ ὑπομονή μου, οὐχὶ Κύριος; Ὁ δὲ Σύμμαχος οὕτως τὰ προκείμενα ἐξέδωκε ῥητά· Νῦν οὖν τί προσδοκῶ, ∆έσποτα; ἡ ἀναμονή μου εἰς σέ ἐστιν. Ἀπὸ πασῶν τῶν ἀθεσιῶν μου ἐξέλου με, ἐπονείδιστον ἄφρονι μὴ τάξῃς με. Ἄλαλος ἐγενόμην, οὐκ ἀνοίξεις στόμα μου· σὺ γὰρ ἐποίησας. Μετὰ τὰ προλελεγμένα πάντα, φησὶν, οὐδέν μοι λείπεται, ὦ Κύριε, ἢ σὲ προσδοκᾷν καὶ εἰς σὲ τὰς 23.349 ἐλπίδας ἔχειν· παρὰ σοῦ γὰρ τῆς ψυχῆς ἡ ὑπόστασίς ἐστι. ∆ιὸ δέομαι καὶ ἱκετεύω ἐλευθερωθῆναί με τῶν τῇδε κακῶν, καὶ τῶν ἀνομιῶν μου ῥυσθῆναι. Ἅπαξ γὰρ περιπέπτωκα ἄφρονι, περὶ οὗ καὶ ἀνωτέρω ἔλεγον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου, ἐκωφώθην, καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Αὐτίκα γοῦν ἀφροσύνῃ παραδοθεὶς γέγονα ἐπονείδιστος· εἰκότως οὖν, ὡς ἂν γνωσιμαχῶν ἐφ' οἷς ἥμαρτον, ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. Ὁ γὰρ σὸς φόβος κωφῶσαί με ἐποίησε, πλήττων με ἐφ' οἷς ἥμαρτον, καὶ κατασιγάζων πρὸς τὸ μὴ φθέγγεσθαι. Ἀντὶ δὲ τοῦ, ὄνειδος ἄφρονι ἔδωκάς με, ὁ μὲν Ἀκύλας, ὄνειδος ἀποῤῥέοντι, φησὶ, μὴ θῇς με· ὁ δὲ Σύμμαχος, ἐπονείδιστον ἄφρονι μὴ δῷς με· ἡ δὲ πέμπτη ἔκδοσις· ὄνειδος ἄφρονι μὴ δῷς με. Ὅπερ παράκλησιν ἐμφαίνει τοῦ ἡμαρτηκότος, ἱκετεύοντος μὴ παραδοθῆναι εἰς ὀνειδισμὸν ἄφρονι. Εἰ δ' αὐτὸς ὁ Κύριος παραδίδωσιν ἄφρονι τὸν ἡμαρτηκότα, ὀνειδίζεσθαι πρὸς αὐτοῦ, καὶ τοῦτο ἂν εἴποις ἐπ' ὠφελείᾳ γίνεσθαι τοῦ ὀνειδιζομένου, ὡς ἂν, κακούμενος, μείζονα ποιήσοιτο τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξομολόγησιν· ὅπερ ἠξίου μὴ παθεῖν ὁ ∆αυῒδ, ὡς πάντα πράττων τὰ τῷ Θεῷ ἀρεστὰ ἐξ ἑαυτοῦ. Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς χειρὸς τῆς ἰσχύος σου ἐγὼ ἐξέλιπον· ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλὴν μάτην πᾶς ἄνθρωπος· διάψαλμα. Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ παρεῖχεν ἑαυτὸν ἐπιστρεπτικαῖς πληγαῖς, οἷά τις εὐγνώμων μαθητὴς διδασκάλῳ· διὸ ἔλεγεν· Ἐγὼ εἰς μάστιγας ἕτοιμος. Ἐπεὶ δὲ λοιπὸν αὐτάρκως τῶν μαστίγων ἐπεπειρᾶτο ἐπιμόνως αὐτὸν αἰκιζομένων, ἱκετεύει τοῦ λοιποῦ παύσασθαι, καὶ μέχρι τούτου στῆναι τὰς μάστιγας, ὁμολογεῖ τε ἑξῆς λέγων· Ἀπὸ τῆς ἰσχύος χειρός σου ἐγὼ ἐξέλιπον. Περὶ δὲ τῆς χειρὸς ταύτης καὶ ἀνωτέρω ἐλέγετο· Ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Εἶτα διδάσκει, ὅτι μὴ μάτην ἡ χεὶρ ἐπαίδευε, μηδὲ εἰς ἀργὸν ἐμαστίγου, ἀλλ' ἐπ' ὠφελείᾳ τοῦ ἡμαρτηκότος· διό φησιν· Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. Ὑπὲρ γὰρ τῆς παραχθείσης ἀνομίας καὶ διὰ τὸ παραχθὲν ἁμάρτημα ἐλέγχων τὸν παιδευόμενον καὶ τὰς μάστιγας ἐπῆγες καὶ τὴν χεῖρά σου προλεχθεῖσαν· τούτοις δὲ αὐτοῖς καὶ τὴν ψυχὴν τοῦ παιδευομένου ἐξέτηξας, ταπεινουμένην καὶ λεπτυνομένην ἐπ' ὠφελείᾳ τῇ αὐτῆς. Καθ' ὃν γὰρ ἐτρύφα χρόνον, εἰς ἁμαρτίας ἐξώλισθε, κατὰ τό· Ἔφαγε καὶ ἔπιεν Ἰακὼβ, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐπλατύνθη καὶ ἐπαχύνθη, καὶ ἀπέστη ἀπὸ Θεοῦ τοῦ τρέφοντος αὐτόν. ∆ιὸ, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ἡ σὰρξ παραδέδοται εἰς ὄλεθρον· ἧς τιμωρουμένης, ἐκτήκεται ψυχὴ ἐξισχνουμένη δίκην ἀράχνης· διό φησι· Καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· καὶ ἐπιλέγει· Πλὴν μάτην πᾶς ἄνθρωπος, πάλιν τὸν ἐν τῷ βίῳ τούτῳ εἰκῆ καὶ μάτην μοχθοῦντα καὶ κακοπαθοῦντα ταλανίζων.