107
23.352 Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου. Μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἐνταῦθα ὁμολογεῖ πάροικος εἶναι καὶ παρεπίδημος· οἶδέ τε ἑτέραν ζωὴν ἀναψύξεως, ἧς τυχεῖν γλίχεται λέγων· Ἄνες μοι, ἵνα ἀναψύξω. Οὔκουν μάτην πάντα ἄνθρωπον πάροικον ἔλεγε, μετὰ κλαυθμοῦ δὲ καὶ δακρύων τὴν ἱκετηρίαν ἀναπέμπει, ἀκριβῶς εἰδὼς, ὅτι Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται, καὶ, Μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ τὰ κατορθώματα δὲ αὐτοῦ ὑπογράφει ἐπιλέγων· Ὅτι πάροικος ἐγώ εἰμι καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Σπανίου δέ ἐστιν ἀνδρὸς τὸ δύνασθαι κατὰ μίμησιν τῶν θεοφιλῶν πατέρων καὶ τῶν προφητῶν τοῦ Θεοῦ μὴ ὡς ἔνοικος, ἀλλ' ὡς πάροικος τὴν πρόσκαιρον διαβιοῦν ζωήν· ἐφ' ᾧ καὶ ὁ παρὼν ἐσεμνύνετο παροικίαν ἡγούμενος καὶ ξενιτείαν τὸν ἀνθρώπινον βίον· Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Ἀνθ' οὗ ὁ Σύμμαχός φησι· Ἀπόσχου μου, ἵνα μειδιάσω πρὶν ἀπελθεῖν με, καὶ μὴ ὑπάρχειν. Ἐὰν γὰρ ἐντεῦθεν, φησὶ, μὴ, μεταβαλὼν τὰ δάκρυα εἰς γέλωτα διὰ τὴν σὴν χάριν, μειδιάσω, καὶ ἐὰν μὴ ἐν τῷ παρόντι βίῳ ἀνῇς μοι τὸ ἁμάρτημα καὶ συγχωρήσῃς τὰ πεπραγμένα, ἵνα ἀναλάβω ἐμαυτὸν καὶ ἀναψύξω ἀπαλλαγεὶς τοῦ προσκαίρου βίου, οὐκ ἔστι καιρὸς μετανοίας. Μὴ τυχὼν δὲ ἀφέσεως οὐκέτι ὑπάρξω ἐν τῇ παρὰ σοὶ ζωῇ· ἀπόβλητος δὲ γενόμενος, ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ∆ιὸ ἐντεῦθεν ἱκετεύω λέγων· Μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ∆ΑΥΙ∆ ΛΘʹ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. -Ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Εἰκότως οὐχ ἁπλῶς ὁ δίκαιος ὑπομένει, ἀλλ' ἐπιτείνων τὴν ἐλπίδα καὶ μὴ ἀπογινώσκων τὴν παρὰ Θεῷ σωτηρίαν, παραμένει τῇ ὑπομονῇ. Κἂν παραχρῆμα δεηθεὶς μὴ ὑπακουσθῇ, ὅμως ἐλπίζων ὑπομένει καὶ προσκαρτερεῖ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς. Εἰ δὲ καὶ ἐν σφάλματί ποτε γένοιτο, ὥσπερ ὁ ∆αυῒδ, ὁμολογεῖ μὴ ἀγνοεῖν οἷα κακῶν ἐλήλυθεν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἀναλάβοι ἑαυτὸν τοῦ σφάλματος συνῃσθημένος, εὐχαριστήσει γνωρίζων ἀφ' οἵου βάθους ταλαιπωρίας ἀνιμήσατο αὐτὸν ὁ τῆς ψυχῆς αὐτοῦ γενόμενος ἰατρὸς καὶ σωτήρ· διόπερ ἐρεῖ· Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος. Τούτου δὲ τεύξεται, ἐπειδήπερ ὑπομένων ὑπέμεινε τὸν Κύριον. Λάκκον δὲ ταλαιπωρίας τὸ βάθος τῆς ἁμαρτίας, καὶ πηλὸν ἰλύος τὰς τοῦ πηλώδους σώματος ἡδυπαθείας, ἐν αἷς ὀλισθήσασα ψυχὴ βαπτίζεται καὶ ὥσπερ ἐν βυθῷ καταποντοῦται, οὐκ ἂν ἁμάρτοις εἰπών. Ὁ δὴ οὖν ἐκ τούτων ἀνακύψας, καὶ ὑπὸ τῆς δεξιᾶς τοῦ Σωτῆρος ἀνιμηθεὶς, εἶτα λοιπὸν ἐν καθαρῷ τῷ λόγῳ τὰς τῆς ψυχῆς 23.353 βάσεις στηρίξας, εὐλόγως ἐρεῖ· Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου. Πέτραν δὲ πρὸς ἀντιδιαστολὴν τοῦ στερεοῦ λόγου θεμέλιον ὀνομάζει, ἐφ' ὃν ὁ βεβηκὼς φήσει· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός; καὶ τὰ ἑξῆς. Οὐ μόνον δ' ἔστησε τοὺς πόδας ἐπὶ τὴν πέτραν, ἀλλὰ καὶ βαδίζειν καὶ τρέχειν ἐπ' αὐτῆς διὰ τῆς τῶν καλῶν εὐδοκιμήσεως ποιεῖ· διὸ ἐπιλέγει· Καὶ κατηύθυνε τὰ διαβήματά μου. Εἶτα ἀκολούθως, ὡς ἂν μεταβληθεὶς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, τὸ μὲν παλαιὸν ᾆσμα, δι' οὗ ἀπεκλαύσατο τὰ ἐν τοῖς πρὸ τούτου ψαλμοῖς λελεγμένα, ἀποτίθεται· ἀναλαμβάνει δὲ ᾆσμα καινὸν τοῦ σώσαντος αὐτὸν, καὶ