108
ἐμβάλλοντος εἰς τὸ στόμα αὐτοῦ καινὸν ᾆσμα καὶ ὕμνον, ἀποδυσαμένου τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδυσαμένου δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ' ἐπίγνωσιν τοῦ Θεοῦ. Εἶτα μετὰ πάντα ταῦτα ὑπόδειγμα πολλοῖς γίνεται, ὡς ἂν καὶ ἕτεροι, τὴν μεταβολὴν αὐτοῦ θεώμενοι, ἐλπίδας ἀγαθὰς ἀναλάβοιεν, καὶ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ποιήσαιντο μεταβολήν· διό φησιν· Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. Τί δὲ ὄψονται; Αὐτὸ τοῦτο, φησὶν, ὡς εἰς βάθος ἐλήλυθα κακῶν, καὶ εἰς τὸν λάκκον καὶ τὸν πηλὸν τῆς ἰλύος· κἀκεῖθεν Θεοῦ χάριτι ἀνελκυσθεὶς, ἐπὶ τὴν πέτραν ἔστην καὶ κατηυθύνθη τὰ διαβήματά μου, καὶ ᾄσματος κατηξιώθην καινοῦ. Ταῦτα γὰρ οἱ πολλοὶ θεασάμενοι φόβον Θεοῦ, περὶ οὗ λέλεκται, Ἀρχὴ σοφίας φόβος Θεοῦ, ἀναλήψονται, καὶ τὴν ὁμοίαν ἑαυτοῖς ὑπογράψουσιν ἐλπίδα. Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Ὁ διὰ πείρας ἐλθὼν τῆς τοῦ Θεοῦ χάριτος τοῖς πᾶσι κηρύττει τὰς εἰς αὐτὸν γενομένας εὐεργεσίας, προφέρει τε καθολικὴν ἀπόφασιν ἐκ τῶν περὶ αὐτὸν συμβάντων, διδάσκων, ὅτι πᾶσι δυνατὸν ἀνθρώποις τῶν ὁμοίων αὐτῷ τυχεῖν. Οὐ γὰρ ἐγὼ, φησὶ, μόνος, τοιούτων ἀξιωθεὶς, εἴην ἂν μακάριος· ἔκκειται δὲ τοῖς πᾶσιν ἡ αὐτὴ ὁδὸς, καὶ οὐ τισὶ μὲν, τισὶ δὲ οὔ. Πᾶς οὖν ὁ τὴν ἐλπίδα αὐτοῦ ἐπὶ τὸν Θεὸν ἀναθήσας οὐκ ἀποπεσεῖται τοῦ μακαρισμοῦ, οὗ καὶ αὐτὸς κατηξιώθην. Ματαιότης δὲ καὶ μανίαι ψευδεῖς πᾶσαι αἱ περὶ τὰ πρόσκαιρα καὶ μάταια τυγχάνουσι σπουδαί· ἐπείπερ Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· Πλὴν τὰ πάντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει ταῦτα. Μανίαι δὲ ψευδεῖς αἱ εἰς κενὸν καὶ μάταιον σπουδαζόμεναι τοῖς πολλοῖς φροντίδες. Ὥσπερ οὖν μανία σώφρων ἡ τοῦ παρόντος βίου κατεξανάστασις, δι' ἣν καὶ ἐξεστῶτες ἐνομίζοντο τοῖς πολλοῖς οἱ τοῦ Θεοῦ προφῆται. Σεμνύνεται δ' ἐπὶ τῇ τοιαύτῃ ἐκστάσει λέγων ὁ δίκαιος· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης· καὶ ὁ Ἀπόστολος δὲ τοῦτο πεπονθὼς ἔλεγεν· Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν. 23.356 Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ὁ τὴν πολυποίκιλον τοῦ Θεοῦ σοφίαν κατανενοηκὼς ἔν τε τοῖς καθόλου κτίσμασι καὶ τοῖς κατὰ μέρος, τοῖς τε αἰσθητοῖς καὶ τοῖς κατὰ διάνοιαν θεωρουμένοις, εἰς ἔκπληξιν ἐλθὼν τῆς ὑπερμεγέθους δυνάμεως τοῦ τῶν ὅλων Θεοῦ, εἴποι ἄν· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ἀλλὰ καὶ τοὺς λόγους ἐξετάσας τῆς καθόλου προνοίας, καθ' οὓς τὰ σύμπαντα διοικεῖ, κἄπειτα εὑρὼν αὐτοὺς ἀκαταλήπτους, προσθήσει λέγων· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. Οἷος ἦν ὁ λέγων· Ὢ βάθους πλούτου καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἐν δὲ τοῖς προκειμένοις ὁ ∆αυῒδ κατὰ καιρὸν ταύτας προηνέγκατο τὰς φωνὰς, ἔργῳ μαθὼν, ὡς καινῷ τινι τρόπῳ σέσωσται τῷ δι' ὑπακοῆς τῶν θείων λογίων. Πάλαι μὲν γὰρ διὰ Μωϋσέως θυσίαι καὶ ὁλόκαυτοι ἀναφοραὶ προσετάττοντο ὑπὲρ ἁμαρτιῶν προσφέρεσθαι· νυνὶ δὲ καινὸς παραδίδοται τρόπος σωτηρίας, ὁ δίχα θυσιῶν καὶ ὁλοκαυτωμάτων. ∆ιδάσκει δὲ καὶ ὡς ἔστι μυρία σωτηρίας φάρμακα, ἅπερ ἡ τοῦ Θεοῦ χάρις τοῖς ἀνθρώποις ἐδωρήσατο. Οὐκ ἔστι τε κατ' ἀξίαν εἰπεῖν, οὐδὲ διανοίᾳ περιλαβεῖν τῶν τοῦ Θεοῦ διαλογισμῶν τὸ πλῆθος. Ὁ δὲ Σύμμαχος, Πάμπολλα, φησὶν, ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ τεράστιά σου, καὶ τοὺς διαλογισμούς σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι ἐπὶ σοῦ. Εἶτα ἀντὶ τοῦ· Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἄμμον, πάλιν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐὰν ἀπαγγέλλων καταγγέλλω, πλείω ἐστὶ τοῦ διηγηθῆναι. Ἐκ μέρους μὲν γὰρ, φησὶ, γινώσκομεν, καὶ ἐκ