109
μέρους προφητεύομεν. Τά γε μὴν πάντα ἀναρίθμητα καὶ ἀκατάληπτα τυγχάνει τὰ θαυμάσιά σου· πλὴν ἐν οἷς κατέλαβον καὶ τοῦθ' εὗρον, ὅτι κατὰ τὸν παρόντα καιρὸν τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ προσφορὰς οὐκ ἠθέλησας· ἀντὶ δ' ἐκείνων τὰ ὦτά μου καὶ τὴν ὑπακοὴν τῶν σῶν λογίων κατηρτίσω· καὶ ἀντὶ ὁλοκαυτωμάτων καὶ τῶν περὶ ἁμαρτίας θυσιῶν αὐτὸς ἐμαυτὸν προσήγαγόν σοι. ∆ιό φησιν· Ἰδοὺ ἥκω κληθεὶς ὑπὸ σοῦ, καὶ προθυμότατα ὑπακούσας. Ἥκω δὲ σπεύσας τοῦ ποιῆσαι τὸ θέλημά σου· τοῦτο γὰρ ἀντὶ πάσης ὁλοκαύτου θυσίας πέπεισμαί σε ἀποδέχεσθαι. Καὶ τοῦτο δὲ ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· τοῦτο δὲ ποῖον ἢ τὸ προτιμῆσαι τὸ θέλημά σου θυσιῶν καὶ ὁλοκαυτωμάτων; καὶ τὸ ποιῆσαι τὸν νόμον σου οὐ κατὰ τὴν πρόχειρον λέξιν, οὐδὲ ὁμοίως τοῖς πολλοῖς τὰ παρὰ Μωϋσεῖ παρηγγελμένα φυλάττοντας· ἐν μέσῳ δὲ τῆς κοιλίας μου· ἢ κατὰ τὸν Σύμμαχον· Προεθυμήθην τὸν νόμον σου ἔνδοθεν τῶν ἐγκάτων μου. Εἰ γάρ τίς ἐστι κοιλία ψυχῆς, τροπικῶς οὕτως ὀνομαζομένη, περὶ ἧς ἐν Εὐαγγελίοις λέλεκται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἐν τούτῳ τῷ ἀποῤῥήτῳ καὶ ἀποκρύφῳ τῆς ψυχῆς ταμείῳ τὸν νόμον σου, φησὶν, ἐβουλήθην ποιῆσαι, καὶ περὶ θυσιῶν καὶ ὁλο 23.357 καυτωμάτων ἐντολὰς πνευματικῶς καὶ κατὰ διάνοιαν ἐπιτελέσαι. Ταῦτα γὰρ ἔγνων σοι φίλα, καὶ πολλῷ κρείττονα τῶν σωματικῶς Ἰουδαίοις παραδεδομένων. Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην μου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου· τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Ἀλήθειαν δὲ τὴν ἀντιδιαστελλομένην τῇ σκιᾷ. Νοήσεις δὲ καὶ οὕτως· Ὡς ὁ μακάριος ∆αυῒδ ὑπισχνεῖται ἐν Ἐκκλησίᾳ μεγάλῃ τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλλεγείσῃ τὴν τοῦ Θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον σωτηρίαν, καὶ τὸν ἀμέτρητον ἔλεον καὶ αὐτῶν δὲ τῶν πιστῶν ὁ σύλλογος εἴποι ἂν ταῦτα ὑπισχνούμενος τὴν ὑπὲρ τῆς σωτηρίας ἀντίδοσιν δώσειν, τῷ συντρέχειν εἰς Ἐκκλησίαν καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνύναι τὸ ἀληθές. Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται. Ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός· κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. Μηδεὶς δὲ ἀνάρμοστα ἡγείσθω τὰ εἰρημένα τοῖς ἡρμηνευμένοις. Καὶ γὰρ οἱ τρεῖς παῖδες, τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον, ἐν τῇ καμίνῳ προσευχόμενοι ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου. Οὕτως ὁ θαυμάσιος ∆ανιὴλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἡσαΐας, οὕτως ὁ σοφώτατος Παῦλος· Χριστὸς γὰρ, φησὶν, εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν· Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Οὕτω τοίνυν κἀνταῦθα ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη ἡ τοῦ Θεοῦ Ἐκκλησία οὐ μέγα φρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλ' ἁμαρτίαις καὶ πλημμελείαις ἀνατίθησι τὰ γενόμενα, καὶ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. Ἄλλως τε, οὐδ' ἐκ τελείων ἅπασα συνέστηκεν ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἀλλ' ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δουλεύειν αἱρουμένους. Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα