110
κἀκεῖνα προσφέρεται. Νοήσεις καὶ οὕτως· Ἐπεὶ οὐ δεῖ μακαρίζειν ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ, εἰκότως ὁ μὲν ἀπόστολος, καίπερ ἀπόστολος ὢν καὶ κλητὸς καὶ ἐκλεκτὸς Χριστοῦ Ἰησοῦ, ὅμως οὐκ ὀκνεῖ λέγειν· Ὑποπιέζωμου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Τὸ αὐτὸ δὲ καὶ ὁ 23.360 ∆αυῒδ εἰ καὶ ἐν πολλοῖς ἐνδειξάμενος, ἔτυχεν ὑπηκόου τοῦ Θεοῦ, ἠλευθέρωτό τε ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· ἐν ἀσφαλεῖ τε ἤδη λοιπὸν ἑστήκει, ὡς ἂν ἐπὶ πέτραν τοὺς πόδας ἐρηρεισμένος, καὶ ᾄσματος καινοῦ ἠξιωμένος τοῦ περὶ θυσιῶν ἀληθοῦς λόγου, τουτέστι τοῦ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ εὐηγγελισμένου κηρύγματος· τοῦτο γὰρ ἦν τὸ καινὸν ᾆσμα, οὗ χάριν ἀνωτέρω ἔλεγε· Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν· ὅμως δ' οὖν, τοσούτων τετυχηκὼς, διὰ τὸ σαθρὸν τῆς ἐν ἀνθρώποις ζωῆς ἐπαναλαμβάνει τοὺς τῆς ἱκετηρίας λόγους, ἀντιβολεῖ τε καὶ δέεται φυλάττεσθαι ὑπὸ τῆς χάριτος καὶ τοῦ ἐλέου τοῦ Θεοῦ. Ἀνεπεμπάζετο γὰρ διὰ τούτων καὶ ἀνεπόλα τὰ πρότερον αὐτῷ συμβεβηκότα κακά. Ἡ γοῦν μνήμη τῶν παλαιῶν κακῶν, φυλακτικωτέρους ἡμᾶς ἀπεργάζεται πρὸς τὸ μὴ αὖθις τοῖς αὐτοῖς περιπεσεῖν· ἀλλὰ καὶ τῆς μεταβολῆς τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω ἡ ἀνάμνησις εὐχαρίστους ἡμᾶς ἀπεργάζεται καὶ συντεταμένους μᾶλλον εἰς προσοχήν. Εἰκότως τοίνυν ἐπαναλαμβάνει τὴν τῶν προτέρων αὐτοῦ ἀνομιῶν μνήμην, διδάσκει τε, ὡς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καιρῷ τινι συνεκάλυψαν αἱ ἀνομίαι αὐτοῦ, δίκην ἀχλύος τῷ τῆς διανοίας βλεπτικῷ ἐπιχυθεῖσαι. Τὰ δὲ λοιπὰ τοῖς προειρημένοις ἀκολούθως· Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἔτι καὶ νῦν αἴσθεται πολλῶν περὶ αὐτὸν ἐχθρῶν ἐπικειμένων τῇ αὐτοῦ ψυχῇ, καὶ περὶ τούτων τὴν προκειμένην εὐχὴν ἀναπέμπει. Οὐ γὰρ παύονται διαφθονούμενοι καὶ τοῖς ἤδη τελείοις καὶ βεβηκόσιν ἐπὶ τὴν πέτραν. ∆ιὸ ῥυσθῆναι ἀπὸ τῶν εἰρημένων ἀξιοῖ, κἀκείνους μὲν καταισχυνθῆναι καὶ ἐντραπῆναι τοὺς ἐκζητοῦντας αὐτοῦ τὴν ψυχὴν τοῦ ἐξᾶραι αὐτήν· αὐτὸν δὲ περιφράττεσθαι ὑπὸ τῆς αὐτοῦ δεξιᾶς. Ἐντρέπονται δὲ καὶ ἀσχημονοῦσιν (οὕτως γὰρ ἐξέδωκεν ὁ Σύμμαχος) οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ δικαίου, ἐπειδὰν, πᾶσαν κατ' αὐτοῦ μηχανὴν ἐπινοήσαντες, ἄπρακτοι γένωνται· εἶθ' ὡς μηδὲν δεδυνημένοι ἀπογνόντες ἀπαλλάττονται, αἰσχύνην καταχεάμενοι. ∆ιὸ μετὰ τὸ ἀσχημονῆσαι αὐτοὺς, καταισχυνθῆναί τε καὶ ἐντραπῆναι ἐπιλέγει· Ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλοντες τὰ κακά μοι. Μηδὲν γὰρ δεδυνημένοι, καὶ μὴ κατελπίσαντες περιγενήσεσθαι, ἀποστρέφονται καὶ ἀπαλλάττονται εἰς τὰ ὀπίσω· εἶτ' ἀπαλλαγέντες καὶ μακρὰν γενόμενοι, τἀπίχειρα τῆς αὑτῶν ἀπολήψονται κακίας· διὸ μετὰ ταῦτα λέλεκται· Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀνθ' οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἀὰἀὰ, αὐτῇ συγχρησάμενος οὕτως ἐχούσῃ τῇ Ἑβραϊκῇ φωνῇ. Ἔστι δὲ αὕτη σχετλιαστικὴ τῶν ἤδη νενικημένων καὶ εἰς τὰ ὀπίσω κεχωρηκότων, καὶ τὴν ἑαυτῶν αἰσχύνην ἀπειληφότων. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα καὶ τὸν Σύμμαχον φήσαντα· Οἱ λέγοντες περὶ ἐμοῦ· Εὖγε, εὖγε, τάχα ποτὲ οἱ ἐχθροὶ τοῦ δικαίου πολλὰς 23.361 ἐπιβουλὰς ἐπινοοῦντες κατ' αὐτοῦ, ἐφ' ἑκάστῃ προσδοκῶντες περιγενήσεσθαι, ἔλεγον. Εὖγε, εὖγε. Ἀλλὰ πολλάκις τοῦτο, φησὶν, εἰρηκότες, διὰ τὴν σὴν χάριν ἀπαλλαττέσθωσαν ἤδη ποτὲ, τὴν ἑαυτῶν κομισάμενοι αἰσχύνην. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Μʹ.