111
Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζωώσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς ψυχὴν ἐχθρῶν αὐτοῦ. Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Προιὼν ἑξῆς ὁ λόγος ἐπιφέρει· Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ταῦτα δὲ ἀναγέγραπται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ὡς ἐξ οἰκείου προσώπου εἰρηκὼς ἐν τῇ πρὸς τοὺς μαθητὰς ὁμιλίᾳ· δι' ὧν ἔφασκεν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ὅταν ποιεῖτε αὐτά. Οὐ περὶ πάντων ὑμῖν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν αὐτοῦ. Ἄλλη δὲ Γραφὴ τοῦτο φήσασα οὐχ εὑρίσκεται, μόνη δὲ ἡ παροῦσα, δι' ἧς εἴρηται· Ὁ ἐσθίων ἄρτον μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ὥρα τοιγαροῦν εἰς τὸ αὐτοῦ πρόσωπον τὰ ἐμφερόμενα τῷ ψαλμῷ ὡς ἂν προφητικῶς εἰρημένα ἐκλαβεῖν. ∆ιὸ καὶ εἰς τὸ τέλος ἐπιγέγραπται, ἀναπέμποντα ἡμᾶς ἤτοι ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος καθ' ἣν ἐπληροῦτο τὰ ἀναγεγραμμένα, ἢ ἐπὶ τὰ τελευταῖα τῶν διὰ τοῦ ψαλμοῦ δηλουμένων. Εἰ μὲν οὖν ἐπὶ τοῦ Σωτῆρος ἀναφέροιτο τὰ προκείμενα, εἴποις ἂν μακαρίζεσθαι τὸν δυνάμενον συνιέναι δι' ἣν αἰτίαν ἀνείληφε δι' ἡμᾶς πτωχείαν. Ἔτι γὰρ πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν· Ἐν μορφῇ τε Θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, σαφῶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Καὶ ἄλλος δ' ἄν τις συνήσει ἐπὶ πτωχὸν καὶ πένητα, ἀκούων αὐτοῦ λέγοντος ἐν Εὐαγγελίοις· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένουν, καὶ ἐπεσκέψασθε· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ· οἷς ἐπιλέγει· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν τούτων τῶν ἐλαχίστων τῶν ἀδελφῶν μου, ἐμοὶ ἐποιήσατε. Καὶ οὕτως οὖν μακάριος ἀληθῶς ὁ συνιὼν ἐπὶ τὸν οὕτως ἀποδοθέντα πτωχὸν καὶ πένητα. Εἰ δὲ καὶ ἐπὶ τὸν ∆αυῒδ ἀναφέροιτο τὰ λελεγμένα, εἴποις ἂν ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ ταῦτα συνῆφθαι. Ἐπεὶ γὰρ πρὸς τοῖς τελευταίοις τοῦ λθʹ ἐλέγετο ἐκ προσώπου τοῦ ∆αυΐδ· Ἐγὼ δὲ πένης εἰμὶ καὶ πτωχός· ταῦτα δ' ἔλεγεν ὁ τοσοῦτος βασιλεύς, ὁ τὸν ἄφατον πλοῦτον συναγηοχὼς εἰς τὴν παρασκευὴν τοῦ μετὰ ταῦτα ἐγηγερμένου διὰ Σολομῶνος ναοῦ, σμικρύνων 23.364 ἑαυτὸν καὶ ταπεινῶν, καὶ τῇ ψυχῇ μετριοφρονῶν, καὶ ἀληθῶς τῇ διαθέσει πτωχεύων· τούτου χάριν ἐπισυνῆπται ὁ παρὼν ψαλμὸς, μακαρίζων τοῦ συνιέντος ἐπὶ τὸν οὕτω πτωχόν. Τὸ δὲ, πένητα, οὔτε ἐν τῷ Ἑβραϊκῷ, οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐμφέρεται. Καὶ κατὰ τετάρτην διάνοιαν εἴποι τις ἂν γνωμονικὸν εἶναι τὸν λόγον καὶ παραινετικὸν φιλανθρωπίας καὶ φιλοπτωχίας. Προσήκει γὰρ ἐπὶ τῶν κοινότερον λεγομένων πτωχῶν συμπαθητικοὺς εἶναι καὶ μεταδοτικοὺς, συνιέντας, ὡς ὁ κρίνων αὐτοὺς πτωχεύειν Θεὸς εἰς ταύτην αὐτοὺς ἤγαγε τὴν κατάστασιν· ὁμοῦ μὲν καὶ αὐτοὺς γυμνάζων διὰ τῆς πτωχείας, ὁμοῦ δὲ καὶ τοὺς ἐν περιουσίᾳ βίου καρποὺς τῆς ἑαυτῶν προαιρέσεως παρέχειν διὰ τῆς εἰς τοὺς ἐνδεεῖς κοινωνίας βεβουλημένος. Πειράζεται γοῦν ὁ πλούσιος διὰ τοῦ πένητος, εἴτε τις ἀνηλεὴς καὶ ἀσυμπάθητος, καὶ ἄσπλαγχνος εἴη, εἴτε φιλάνθρωπος καὶ ἐλεημονικός. ∆ιὸ πολὺς ὁ περὶ τῶν πενήτων καὶ πτωχῶν λόγος ἐν τοῖς θείοις παραγγέλμασι. Καὶ κατὰ πέμπτην δὲ διάνοιαν ἄλλο τάγμα πτωχῶν εὕροις ἂν, τὸ ὑπὸ τοῦ Σωτῆρος μακαριζόμενον κατὰ τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ἐν οἷς τοὺς