112
κατὰ Θεὸν φιλοσοφοῦντας, καὶ τὴν ἔνθεον ἄσκησιν πτωχεύοντας ὁ Σωτὴρ ἐμακάριζεν· οἳ ἦσαν οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι. Μακάριος οὖν ὁ συνιὼν ἐπὶ πτωχὸν, ἐπὶ τὸν οὕτω πτωχὸν καὶ πένητα· τῆς ἀγαθῆς ταύτης καὶ τρισμακαρίας συνέσεως καρπὸν λήψεται τὸν ἑξῆς εἰρημένον· Ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἣ κατὰ τὸν Σύμμαχον, Ἐν ἡμέρᾳ κακώσεως. Εἰ γὰρ γένοιτό τις πειρασμὸς, ἢ περιπέσοι ποτὲ συμφορᾷ καὶ περιστάσει, ὥσπερ αὐτὸς συνῆκεν ἐπὶ πτωχὸν καὶ πένητα, οὕτω καὶ αὐτοῦ εὐκαίρως συνήσει ὁ Κύριος, μετρῶν αὐτῷ τὸ ἴσον μέτρον ᾧ ἐμέτρησεν. Κύριος φυλάξαι αὐτὸν καὶ ζήσαι αὐτόν. Ἀλλὰ καὶ φυλάξει αὐτὸν καὶ ζῆσαι ποιήσει αὐτόν· ἢ κατὰ τὸν Σύμμαχον· Φυλάξει αὐτὸν, καὶ περισώσει αὐτόν. Καὶ τρίτον δὲ αὐτῷ παρέξει, μακαρίσει αὐτὸν ἐν τῇ γῇ· ἢ κατὰ τὸν Σύμμαχον, Μακαριστὸς ἔσται ἐν τῇ γῇ. Ὡς ἔτι γὰρ ἐν τῇ γῇ ταύτῃ τυγχάνει, τῆς παρὰ τοῦ Θεοῦ μακαριότητος τεύξεται, μενόντων αὐτὸν τῶν μετὰ ταῦτα ἐπηγγελμένων οὐρανίων ἀγαθῶν. Τούτοις ἐπιλέγει· Καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ· ἀνθ' οὗ ὁ Σύμμαχός φησι· Καὶ οὐκ ἐκδώσει αὐτὸν εἰς ψυχὰς ἐχθρῶν. Ἰστέον δὲ, ὡς τό· Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, τινὲς ἐκ προσώπου τοῦ ∆αυῒδ εἰρῆσθαί φασιν· ἢ παρεμβεβλημένον ἐν τῷ μέσῳ, ἢ ἕως ἐκεῖ περιγράφοντες τὰ λεγόμενα ὑπ' αὐτοῦ. Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰρήνευέ μοι, φησὶν, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου ἀκολουθῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Κατεμεγα 23.365 λύνθη μου πτέρνᾳ. Τῆς δὲ τοῦ Σωτῆρος εἰρήνης ἦν ἄνθρωπος ὁ Ἰούδας, ἀκούσας καὶ αὐτὸς μετὰ τῶν λοιπῶν μαθητῶν τοῦ Σωτῆρος λέγοντος· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ἀλλὰ καί· Ἐφ' ὃν ἤλπισα, φησί· ἢ κατὰ τὸν Ἀκύλαν, ἐπεποίθησα, ἢ κατὰ τὸν Σύμμαχον, ἐπεποίθειν· ἐπειδήπερ καὶ αὐτῷ ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις τῶν ἴσων μετεδίδου χαρισμάτων. Ἐπεποίθει δὲ ἐπ' αὐτῷ ὁ Σωτὴρ, καὶ ἀγαθὰς εἶχεν ἐλπίδας ἐπ' αὐτῷ, διὰ τὸ καὶ ἐπ' αὐτῷ αὐτεξούσιον. Οὐ γὰρ ἦν φύσεως ἀδυνάτου σώζεσθαι ὁ Ἰούδας· ἀλλ' οἷός τε ἦν, θελήσας, ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις μαθητευθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ καλὸς καὶ ἀγαθὸς μαθητὴς ἀποτελεῖσθαι· συνέστιος δὲ ὢν τῷ ∆ιδασκάλῳ, οὐ τὸν κοινὸν ἄρτον αὐτῷ μόνον συνήσθιεν, ἀλλὰ καὶ τοῦ τῆς ψυχῆς θρεπτικοῦ μεταλαμβάνειν ἠξιοῦτο· περὶ οὗ ἔλεγεν ὁ Σωτήρ· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τοῖς ἀνθρώποις. Οὗτος οὖν ὁ τοσούτων ἠξιωμένος τὴν πτέρναν αὐτοῦ ὥσπερ λὰξ ἐντείνων κατὰ τοῦ Σωτῆρος ἐπῆρε· διὸ λέλεκται· Ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ἀντὶ δὲ τοῦ, πτερνισμὸν, παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένον, ἡ Ἑβραϊκὴ ἀνάγνωσις πτέρναν περιέχει. Οὕτως οὖν δουλεύσας τῷ Ἑβραϊκῷ ὁ Ἀκύλας ἐξέδωκεν. Ὅθεν καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης, ὡς ἂν Ἑβραῖος ἐξ Ἑβραίων, τὸν Σωτῆρα, οὐ πτερνισμὸν, ἀλλὰ καὶ πτέρναν ὠνομακέναι ἐμνημόνευσεν. Εἰς τό· Ἐμοῦ διὰ τὴν ἀκακίαν ἀντελάβου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, διὰ τὴν ἁπλότητα· ἐπειδήπερ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγων τὸ στόμα· καὶ, Λοιδορούμενος οὐκ ἀντελοιδόρει· πάσχων οὐκ ἠπείλει· τὴν ἄκραν δὲ ἀνεξικακίαν ἐνδεικνύμενος ἐν τῷ κατηγορεῖσθαι ἐσιώπα, ψευδομαρτυρούμενός τε οὐδὲν ἀπεκρίνατο· ἀλλὰ καὶ τὸν νῶτον αὐτοῦ δέδωκεν εἰς μάστιγας καὶ τὰς σιαγόνας εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπον οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. ∆ιό φησιν· Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα. Τούτοις πᾶσιν ἐπὶ τέλει τὸ προφητικὸν πνεῦμα εὐχαριστήριον φωνὴν ἀναπέμπει τῷ Θεῷ λέγον· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο· ἢ κατὰ τὸν Ἀκύλαν, πεπιστωμένως, πεπιστωμένως· κατὰ δὲ τὸν Σύμμαχον· Ἀμὴν, ἀμήν·