113
ἔνθεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν τοῖς ἑαυτοῦ διαλόγοις εἰς πίστωσιν τῶν ὑπ' αὐτοῦ λεγομένων παραλαμβάνειν εἴωθε τό· Ἀμὴν λέγω ὑμῖν· οὗ τὴν διάνοιαν σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας εἰπὼν, πεπιστωμένως, πεπιστωμένως. Ἀλλὰ γὰρ διῃρημένης τῆς ὅλης βίβλου τῶν ψαλμῶν εἰς πέντε μέρη, τὸ πρῶτον μέρος ἐνταῦθα περιγράφεται, ἀρχόμενον μὲν ἀπὸ τοῦ αʹ ψαλμοῦ, τελευτῶν δὲ εἰς τὸν μετὰ χεῖρας. Ὥρα δὴ οὖν μεταβῆναι ἐπὶ τὸ δεύτερον· ὅπερ ἄρχεται μὲν ἀπὸ τοῦ μαʹ ψαλμοῦ, συμπεραιοῦται δὲ εἰς τὸν οαʹ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΙΣ ΣΥΝΕΣΙΝ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΑʹ. ὸ μὲν πρῶτον μέρος τῆς τῶν ψαλμῶν βίβλου μʹ ψαλμοὺς, καὶ πάντας τοῦ ∆αυῒδ, περιεῖχε· τὸ δὲ μετὰ χεῖρας λαʹ· ὧν ὀκτὼ μέν εἰσι τῶν υἱῶν Κορὲ, εἷς δὲ τοῦ Ἀσὰφ, καὶ Σολομῶνος εἷς· οἱ δὲ λοιποὶ τοῦ ∆αυΐδ. Πρώτους δὲ τούτων ὄντας, τοὺς τῶν υἱῶν Κορὲ, διασκεψώμεθα, ἐπὶ τὸ συνιέναι τὰ λεγόμενα. Παρορμῶσιν ἡμᾶς οἱ υἱοὶ Κορὲ διὰ τῶν προγραφῶν πρὸς τὸ μὴ παρέργως χρήσασθαι τῇ τῶν λεγομένων ἐντεύξει. Εἰσάγει δὲ ὁ παρὼν ψαλμὸς τὸν προφητικὸν χορὸν περίλυπον καὶ σκυθρωπὸν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς ἐκπτώσει· καὶ ἐξαιτεῖ τε λύτρωσιν καὶ κακῶν ἐλευθερίαν διὰ τῆς σωτηρίου βοηθείας. Ὃ δὴ καὶ ἐπὶ τέλει τοῦ λόγου ἐπισφραγίζεται εἰπών· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Οὔτε ψαλμὸν, οὔτε ᾠδὴν, οὔτε τι τῶν τοιούτων ἡ προσγραφὴ περιέχει· καὶ εἰκότως. Ἐπειδήπερ σκυθρωποτέρων λόγων πεπλήρωται τὰ ἑξῆς ἐπιλεγόμενα, διὰ ταῦτα ἁπλῶς εἰς τὸ τέλος ἐπιγέγραπται. Μὴ γὰρ ὑφεστώτων πραγμάτων, μελλόντων δέ ποτε ἔσεσθαι, προῤῥήσεις περιέχει. Γεγόνασι μὲν γὰρ οἱ υἱοὶ Κορὲ ἐπὶ τῆς ἐρήμου κατὰ τοὺς χρόνους Μωϋσέως. Εἶτα τοῦ πατρὸς αὐτῶν τοῦ Κορὲ καταστασιάσαντος Μωϋσέως, καὶ ἀπολομένου τῇ αὑτοῦ φρατρίᾳ, τοὺς τούτου παῖδας συνέβη μὴ συναπολέσαι τῷ πατρί· διὰ τὸ μὴ κεκοινωκέναι αὐτοὺς τῇ τοῦ πατρὸς δυσσεβείᾳ, μετάνοιαν δὲ ἐνδειξαμένους καὶ πλείστην περὶ τὸν Θεὸν εὐλάβειαν, τοσαύτης ἀποδοχῆς ἠξιωκέναι παρὰ τῷ Θεῷ, ὡς καὶ προφητικοῦ χαρίσματος μετασχεῖν. Ἐκ δὲ τῆς τούτων διαδοχῆς κατὰ τοὺς χρόνους ∆αυῒδ γίνεται ἕτερος Κορὲ, ὁμώνυμος τῷ προτέρῳ, καὶ τούτου ἕτεροι παῖδες. Εἴτ' οὖν οὗτοι, εἴτε οἱ πρότεροι, τὴν μακρὰν ὕστερον γενομένην αἰχμαλωσίαν τοῦ λαοῦ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Ἰουδαίων ἔθνους διασπορὰν θεσπίζουσι διὰ τὸν μετὰ χεῖρας. Προϊόντες γοῦν φασι· Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον αὐτούς. Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς· καὶ ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Οὐ γὰρ ἐπὶ τοῦ ∆αυῒδ ταῦτα ἡ ἱστορία γεγενῆσθαι περιέχει· διὰ τοῦτο προγέγραπται εἰς τὸ τέλος. Καὶ ἐπὶ θεϊκῆς δὴ συνέσεως τῷ μέλλοντι ταῦτα νοεῖν ἀναγκαίως εἴρηται, εἰς σύνεσιν. Ἀντὶ δὲ τοῦ, τοῖς υἱοῖς Κορὲ, συμφώνως ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, τῶν υἱῶν Κορὲ, ἡρμήνευσαν, διδάσκοντες αὐτῶν εἶναι τὰς προφητείας· οἳ διψῇν ὡμολόγουν αὐτὸν τὸν Θεὸν, πόθον τε καὶ ἵμερον, καὶ ἐπιθυμίαν ἔχειν τῆς παρ' αὐτῷ πηγῆς, περὶ ἧς εἴρηται· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. ∆ιὸ ἔλεγον· Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Κερασφόρον ζῶον ἡ ἔλαφος· ἀλλὰ 23.369 καὶ καθαρὸν κατὰ τὸν νόμον, ἤδη δὲ καὶ ὀφιοκτόνον, καὶ πάντων ἑρπετῶν ἀναιρετικὸν, ἀλλὰ καὶ τῶν τὰς ἐρήμους μεταδιωκόντων. Τοιοῦτος δὲ ἦν ὁ προφητικὸς χορὸς, φιλέρημος καὶ ἀνακεχωρηκώς. Ἐν ἐρημίαις γοῦν καὶ ὄρεσι, καὶ σπηλαίοις πεποιῆσθαι λέγονται τὰς διατριβάς· ἀλλὰ καὶ πάσης ἐτύγχανον ἀντικειμένης δυνάμεως, καὶ παντὸς τοῦ κατὰ διάνοιαν ἑρπετοῦ ἀναιρετικοὶ, ὡς ἂν ἔχοντες καὶ αὐτοὶ πατεῖν