114
ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Κερασφόροι δὲ ὑπῆρχον, ὡς λέγειν δύνασθαι· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἀλλὰ καὶ καθαροὶ τὴν ψυχὴν ἐτύγχανον, εἰ καί τινες ἄλλοι· διὸ ἐλάφῳ παρεβάλλοντο. Ἐπεὶ καὶ αὐτὸς ὁ νυμφίος ἐν Ἄσματι ᾀσμάτων νεβρῷ ἐλάφῳ ἀφωμοίωτο, καὶ ἐν τῷ Ἰὼβ δὲ εἴρηται· Ἐφύλαξας δὲ μῆνας ἐλάφων ὠδῖνάς τε· αὐτοὺς ἐξαποστελεῖς. Τοιαύτας δὲ λογικὰς ἐλάφους ὁ Κύριος καταρτίζεσθαι λέγεται ἐν κηʹ ψαλμῷ, φάσκοντι· Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Αὗται τοίνυν αἱ ἔλαφοι, τῆς πηγῆς διαλειπούσης αὐτὰς διὰ τὰς ἀνομίας τοῦ λαοῦ, καὶ ἀποστραφέντος τοῦ Θεοῦ, καθ' ἑαυτὰς ἀπεκλαίοντο, καὶ τοῖς ἑαυτῶν δάκρυσιν ἐχρῶντο τροφῇ, νυκτὸς καὶ ἡμέρας τὴν ἀπώλειαν τοῦ λαοῦ ἀποθρηνοῦσαι· ὡμολόγουν τε διψῇν οὐ τοῖς σώμασι καὶ ταῖς σαρξὶ τὰς τούτῳ φίλας ἡδονὰς, ἀλλ' αὐτὴ ἡ ψυχὴ ποθεῖν καὶ ἱμείρεσθαι κατὰ τὸν Σύμμαχον τῆς πρὸς τὸν Θεὸν πορείας. ∆ιὸ ἔλεγον· Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ πάλιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. Ζῇν γὰρ τὸν Κύριον κατὰ τὸ εἰρημένον, Ὁ μόνος ἔχων ἀθανασίαν· καὶ μόνον ζωὴν ἔχειν παρ' ἑαυτῷ, κατὰ τό· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ᾔδεσαν. Καὶ τοῦτό γε τὸ ζῶν ὕδωρ, ὕστερόν ποτε ἐπιστᾶσα κατὰ τὰς τῶν προφητῶν εὐχὰς ἡ πηγὴ, αὐτὸς ὁ Σωτὴρ παρέχειν ἀνθρώποις ἐδίδασκεν, ὧδέ πη λέγων· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ πάλιν· Εἴ τις διψᾷ ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τούτου δὴ οὖν τοῦ πόματος ὁ προφητικὸς χορὸς διψῶν ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, καὶ, Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὁρῶντες γὰρ ἑαυτοὺς μακρὰν ὑπάρχοντας τῆς πρόσωπον πρὸς πρόσωπον θέας τοῦ Θεοῦ, ταῦτα ἔλεγον. Ἀλλὰ καὶ συναισθόμενοι, ὡς ἀπέστραπτο τὸν λαὸν τὸ τοῦ Θεοῦ πρόσωπον, οὐκέτ' αὐτοὺς ἐπισκοπεῖ ἡ πάντοτε πρόνοιαν αὐτῶν ποιουμένη δύναμις, ἀπεθρήνουν μὲν τὴν ἐπὶ γῆς διατριβὴν, εὐχὴν δ' ἐτίθεντο παραστῆναί ποτε τῷ προσώπῳ τοῦ Θεοῦ· διὸ ἔλεγον· Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Πολλῆς δὲ γέμοντες παῤῥησίας καὶ συνειδήσεως ἀγαθῆς τοιαύταις ἐχρῶντο φωναῖς. Ὡς γὰρ ὅλοι διόλου τὰς ψυχὰς ὑγιεῖς καὶ παντὸς μώ 23.372 μου καὶ σπίλου, καὶ μολυσμοῦ κεκαθαρμένοι, ὀφθῆναι ἠξίουν τῷ προσώπῳ τοῦ Θεοῦ. Ὁ δὲ ἁμαρτάνων φεύγει τὸ πρόσωπον, καὶ παραιτεῖται δι' εὐχῆς καὶ ἱκετηρίας λέγων· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. Πάντα τὰ ἐπὶ γῆς ἀποστρεφόμενος, καὶ πᾶσαν τρυφὴν τὴν ἐν ἀνθρώποις βδελυττόμενος, μόνῳ δὲ ἄρτῳ ἐπάναγκες χρώμενος, καὶ τούτῳ μετὰ δακρύων, ἐρεῖ· Ἐγενήθη τὰ δάκρυά μου ἄρτος μοι ἡμέρας καὶ νυκτός. Ὁ δὲ τῶν προφητῶν χορὸς, ἐπεὶ ἑώρα τὸ πρόσωπον τοῦ Θεοῦ ἀποστραφὲν πάντα τὸν λαὸν, τὴν τῶν πολλῶν ἀπώλειαν ἑαυτοῦ εἶναι ζημίαν ἡγούμενος, τοὺς ὑπὲρ ἁπάντων ἀνεδέχετο θρήνους· εἰς τοσοῦτον δὲ ἐπέτεινον τὴν κακοπάθειαν οἱ τοῦ Θεοῦ ἄνθρωποι, ὡς τοῖς δάκρυσιν ἑαυτῶν τρέφεσθαι καὶ διὰ πάσης ἡμέρας καὶ νυκτὸς παραιτεῖσθαι μὲν καὶ αὐτὸν τὸν ἄρτον, μόνῳ δὲ τῷ κλαυθμῷ σχολάζειν. Μάλιστα δὲ ταῦτ' ἔπραττον καὶ ταῦτ' ἔπασχον, ἀκούοντες αὐτοῦ τοῦ λαοῦ, μᾶλλον δὲ τῶν ἀσεβῶν τῶν ἐν αὐτῷ λεγόντων· Ποῦ ἐστιν ὁ Θεός σου; Οὐ γὰρ δήπου οἱ ἐχθροὶ καὶ πολέμιοι καθ' ἑκάστην ἡμέραν ταῦτα αὐτοῖς ἔλεγον· ἀλλ' εἰκὸς τοὺς ἐν τῷ ἔθνει ἀπίστους ὡς μάτην θεοσεβοῦντας καὶ εἰκῆ μοχθοῦντας τοὺς προφήτας καταμέμφεσθαι καὶ λέγειν αὐτοῖς· Ποῦ ἐστιν ὁ Θεός σου; Ἃ δὴ παρὰ τῶν ἀδελφῶν καὶ συγγενῶν, καὶ γνωρίμων ἀκούοντες, τὰ τοῦ πένθους ἐπέτεινον· διό φασι· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου. Οὐ γὰρ ἔξω τὴν ἐμαυτοῦ ταραχὴν