115
ἐνέφαινον, ἀλλ' ἔνδον ἐν τῇ ἐμαυτοῦ ψυχῇ κρύπτων τὴν ἐμὴν ἀλγηδόνα καὶ παρ' ἐμαυτῷ συγχεόμενος. Τοιοῦτον δέ τι πεπονθὼς ὁ Ἀπόστολος ἔλεγεν· Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν. Οὕτως οὖν καὶ νῦν, Ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου, φασί. Τελείου δ' ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν. Λεγόντων μοι, φησὶ, τῶν ὀνειδιζόντων με· Ποῦ ἐστιν ὁ Θεός σου; ἐδακνόμην μὲν τῇ λύπῃ καὶ ὑπερήλγουν τὴν ψυχὴν πληττόμενος ὑπὸ τῶν λόγων τῶν ἀσεβῶν. Ὅμως δ' οὖν ἐν ἐμαυτῷ συνεῖχον τοὺς ἐμαυτοῦ λογισμοὺς, πρὸς τὸ μὴ προχυθῆναι καὶ τῆς προκειμένης μοι τοῦ Θεοῦ ἐκπεσεῖν ἐλπίδος. Ἀνέφερον γὰρ τῇ μνήμῃ τὸ περιμένον με τέλος· ἐπεὶ μὴ ἠγνόουν, ὅτι Μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. ∆ιὸ δὴ ἀκριβῶς ἐπιστάμενος, ὅτι μετὰ τὰ σκυθρωπὰ διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος, ταῦτα ἐμνήσθην· καὶ οὐκ ἐξέπιπτον τῆς ἐλπίδος, ἀλλ' εἴσωπερ ἐμαυτῷ ἐξέχεα τὴν ψυχήν μου. Καὶ ἐπειδὴ τοιαύτας ὑπέγραφεν ἑαυτῷ ἐλπίδας, εἰκότως αὐτὸς ἑαυτὸν θεραπεύει καὶ λέγει· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου· θαρσεῖ γὰρ ἑαυτῷ καὶ τὰ παρόντα λυπηρὰ γενναίως φέρειν παρεκελεύετο. Λέγων δὲ ὁ Σύμμαχος, Ὅτι ἐξελεύσομαι εἰς τὴν σκηνὴν, διαβαστα 23.373 χθήσομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ, μετὰ φωνῆς εὐφημίας καὶ ἐξομολογήσεως πλήθους πανηγυριζόντων· ἢ κατὰ τὸν Ἀκύλαν, Αἰνέσεως καὶ εὐχαριστίας ὄχλου ἑορτάζοντος· παρίστη ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῷ παρόντι βίῳ πᾶν τὸ ἐπιὸν γενναίως ὑπομενόντων. ∆ιαδέξεται γὰρ τούτους τὸ τρισμακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος αὐτοῦ, ἐν ᾧ οἱ ἄξιοι διαβασταζόμενοι, καὶ μετέωροι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται. Ἃ δὴ καὶ ὁ Ἀπόστολος εἰδὼς ἔλεγεν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Σκηνὴν δὲ θαυμαστὴν τοῦ Θεοῦ ὀνομάζει πρὸς ἀντιδιαστολὴν ἑτέρας οὐ θαυμαστῆς, ὁποία ἦν ἡ ἐπὶ Μωϋσέως ἐπὶ γῆς κατεσκευασμένη. Θαυμαστὴν δὲ ἀληθῶς σκηνὴν νοήσεις, ἣν οἱ μακάριοι τοῦ Θεοῦ ἐν ἐλπίσιν ἐτίθεντο. Αὕτη δὲ ἦν ἡ ἐπουράνιος, ἧς τύπους κατεσκεύαζε Μωϋσῆς ἐπὶ τῆς ἐρήμου. Περὶ ἧς θαυμαστῆς σκηνῆς καὶ ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλοσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος· οἷς ἐπιλέγει ἑξῆς· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα, γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀλλὰ ταῦτα μὲν εἰκόνες ἦσαν καὶ σύμβολα τῶν ἐπουρανίων· Χριστὸς δὲ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, εἰκότως, θεοφιλοῦς ψυχῆς μετὰ τὸν αὐτάρκη καὶ τὸν παρόντα βίον διὰ γυμνασίαν καταξιουμένης τῆς εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσόδου, φωνὴ γίνεται εὐφημίας πλήθους πανηγυριζόντων καὶ εὐχαριστούντων ἐπὶ τῇ σωτηρίᾳ τοῦ σωζομένου. Ἃ δὴ πεπεισμένος εἶναι ἀληθῆ ὁ τούτοις μαθητευθεὶς, εἰκότως πρὸς ἑαυτὸν φάσκει· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἢ κατὰ τὸν Σύμμαχον· Τί κατακάμπτῃ, ἡ ψυχή μου, καὶ τί θορυβῇ κατ' ἐμοῦ; Ἀνάμεινον τὸν Θεὸν, ὅτι διηνεκῶς ἐξομολογήσομαι αὐτῷ τὰς σωτηρίας τοῦ προσώπου αὐτοῦ· ἢ, ταῖς