116
σωτηρίαις τοῦ προσώπου αὐτοῦ, κατὰ τὸν Ἀκύλαν. Γενόμενος γὰρ ὅσον οὐδέπω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, καὶ ὑπὸ ἀγγέλων ἁγίων διαβασταχθεὶς διὰ τὸ ὕψος καὶ τὸ ἔπαρμα αὐτῆς τὸ ἐπουράνιον, παραστήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ τεύξομαι τῆς θέας τοῦ σωτηρίου αὐτοῦ· τούτων ἀξιωθεὶς, κατὰ καιρὸν ἀναπέμψω τὴν ἐξομολόγησιν καὶ τὴν ὀφειλομένην εὐχαριστίαν αὐτῷ. 23.376 Τὰ μὲν ἐν ἐλπίσιν ἀποκείμενά μοι ταῦτ' ἔστι τὰ λελεγμένα. Τέως δ' ἐπὶ τοῦ παρόντος πολλῶν με ταραττόντων, αὐτὸς οὐχ οὕτως ἐταραττόμην, ὡς ἐκπεσεῖν καὶ φανερῶς γενέσθαι τοῖς ταράττουσιν· ἀλλ' ὥσπερ ἀνωτέρω, ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου, οὕτω καὶ ἐνταῦθα πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. Κατὰ δὲ τὸν Σύμμαχον, Ἐπ' ἐμὲ, φησὶν, ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου. Ἄβυσσος ἀβύσσῳ ἀπαντᾷ ἀπὸ ἤχου τῶν κρουνῶν σου. ∆οκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν· Μετὰ τὴν Μωϋσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγόντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ τὴν κιβωτὸν ἐπ' ὤμων φέροντες. Ὁ δὲ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθόλου τὴν κρηπῖδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν. Τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἁλῶν. Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκήν· τοῦ δὲ ἄνωθεν κατιόντος παραδόξως Θεοῦ δυνάμει ἀναστελλομένου καὶ εἰς τοὐπίσω χωροῦντος. Καὶ δὴ τὰ ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς εἷς ἐγένετο ἐπαιρομένων κατ' ἀλλήλων τῶν ὑδάτων, διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Τότε δὴ ἄβυσσος ἀβύσσῳ ἀπήντα, ἀναστελλομένων τῶν ὑδάτων καὶ κορυφουμένων. Ἀναπολῶν οὖν τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ' ἡμῶν γιγνομένης Θεοῦ προνοίας. Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον καὶ τὸ ὄρος τὸ πρὸς αὐτὸ, Ἑρμωνιεὶμ ὀνομαζόμενον, μικρότατον τυγχάνον· ἐπ' ἐμοῦ δὲ τοῦ ταῦτα λέγοντος τοιοῦτον μὲν οὐδὲν πέπρακται· Πάντες δὲ οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον· ἢ κατὰ τὸν Σύμμαχον· Πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον. Εἰκότως οὖν πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· ἢ, Ἐπ' ἐμὲ ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου, κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου. Ἐν γὰρ τούτοις τοῖς χωρίοις πάλαι ποτὲ ἄβυσσος ἀβύσσῳ ἀπήντα ἀπὸ ἤχου τῶν κρουνῶν σου, ἀναστελλομένου τοῦ ὕδατος εἰς τὸ μὴ διοχλῆσαι τοὺς τὸν Ἰορδάνην παριόντας. Ἀλλὰ τότε μὲν ταῦτα διὰ τὴν ἐπισκοποῦσαν τοὺς τότε πρόνοιαν· νυνὶ δὲ πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον, κατακλύζοντά με καὶ καταποντοῦντα, μηδενὸς ἀναστέλλοντος. Λέγει δὲ ταῦτα εἰκότως ὁ χορὸς τῶν υἱῶν Κορὲ, προφητικῶς ἀποκλαιόμενοι τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους οὗ, πάθη εἰς ἑαυτὸν ἀνελάμβανεν. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς τὴν ᾠδὴν αὐτοῦ. Εἰ καὶ πᾶσαι, φησὶν, αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον, ἀλλ' εὖ οἶδα καὶ πέπεισμαι ἀκριβῶς, ὅτι οὐκ ἔστι καιρὸς ἐν ᾧ οὐκ ἐλεεῖς· Θεὸς γὰρ ἐλεήμων 23.377 εἶ, ναὶ καὶ οἰκτίρμων καὶ μακρόθυμος. ∆ιὸ ἐμαυτὸν θεραπεύων ἀγαθαῖς ἐλπίσιν, εἰδὼς, ὅτι καθημέραν τὸ ἔλεος αὐτοῦ ἐντελεῖται ὁ Θεὸς, τὰς νύκτας τῇ ᾠδῇ αὐτοῦ σχολάζων διατελῶ. Μεθ' ἡμέραν μὲν γὰρ τὰς τῶν ἀνθρώπων ὀρῶν πράξεις καὶ τὰς κυκλούσας ἡμᾶς συμφορὰς, τούς τε μετεωρισμούς σου καὶ τὰ κύματά σου, πρὸς ἐμαυτὸν ἀποδύρομαι· τῶν δὲ δι' ἡμέρας με θορυβούντων σχολάσας διὰ τῆς νυκτὸς,