118
ἱκετεύων ῥυσθῆναι ἐξ ἀνοσίου ἔθνους· δηλούτω δὲ αὐτοὺς τοὺς ἐκ περιτομῆς, καὶ ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου, ὡς ἂν μήποτε καὶ αὐτὸς γένοιτο ἄδικος καὶ δόλιος. Παρακαλείτω δὲ τὸν Θεὸν λέγων· Σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἵνα τί με ἀπώσω, καταλιπών με ἐν μέσῳ τοιούτου λαοῦ; Ἥρμοζε δὲ τὰ προκείμενα καὶ τῷ προφήτῃ Ἡλίᾳ, ὃς ἔλεγεν κατεντυγχάνων τοῦ λαοῦ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχὴν λαβεῖν αὐτήν. Σαφῶς δὲ διδάσκει Ἱερεμίας ἐκλελοιπέναι πάντα δίκαιον ἐκ τοῦ λαοῦ, λέγων· Περιδράμετε ἐν ταῖς ἀμφόδοις Ἱερουσαλὴμ, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε εἰ ἔστι συνιὼν, καὶ ἵλεως ἔσομαι αὐτοῖς. Εἶτ' ἐπειδὴ τὸ πλῆθος τῶν κακῶν ἀνδρῶν θλίψιν παρεῖχε τῷ δικαίῳ, σκυθρωπάζειν ἐπὶ τούτῳ ἔλεγεν· Ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Καὶ ἄλλως δὲ, τῶν ἐχθρῶν καὶ πολεμίων θλιβόντων καὶ ἐπικρατεστέρων γενομένων τοῦ ἔθνους, ὁ τῷ Θεῷ ἀνακείμενος ἐδάκνετο τὴν ψυχὴν, ζήλου πληρούμενος ἐπὶ τῇ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίᾳ. ∆ιὸ καὶ ἱκετηρίαν ἀνέπεμπεν, ὡς ἂν, κρίνας ὁ Θεὸς καὶ δικάσας αὐτῷ, καὶ τὴν πρέπουσαν περὶ αὐτοῦ δίκην ἐξενεγκάμενος, τὴν αὐτοῦ προσοφειλομένην ἀμοιβὴν τῶν αὐτοῦ κατορθωμάτων τῷ παντὶ πλήθει χαρίσοιτο, καὶ δι' αὐτοῦ ῥύσαιτο τοὺς πάντας ἐκ χειρὸς τῶν πολεμίων· ἵν', ὥσπερ κοινωνὸς αὐτὸς γέγονε τῆς τοῦ λαοῦ κακοπραγίας, οὕτω καὶ ὁ λαὸς μετάσχοι τῆς αὐτοῦ δικαιοπραγίας. Ὥσπερ δὲ οἱ δίκαιοι ἔχοντες ἐν τοῖς δικαστηρίοις, τοὺς δικαστὰς ἱκετεύουσιν ἐπακοῦσαι 23.381 τῶν δικαίων αὐτῶν, δικάσαι τε καὶ κρίνειν αὐτοὺς ὀρθῶς· τὸν αὐτὸν τρόπον καὶ ὁ θεοφιλὴς διὰ τῶν προκειμένων τῷ Θεῷ φησι· Κρῖνόν μοι, ὁ Θεὸς, οὐχὶ, κρῖνόν με· κατὰ δὲ τὸν Σύμμαχον, κρῖνόν μοι. Σὺ γὰρ αὐτὸς γενοῦ μοι κριτὴς, καὶ τὴν κρίσιν μου ταύτην κρῖνον, καὶ ὑπερδίκησον τῆς δίκης μου, ἵνα, τυχὼν ἐκδικίας, συμβάλωμαι τῇ σωτηρίᾳ τοῦ παντὸς πλήθους τὰ ἐμαυτοῦ κατορθώματα. Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. Νοήσεις καὶ οὕτως· Τοῦ παρὰ σοὶ φωτὸς καὶ τῆς παρὰ σοὶ ἀληθείας τυχὼν ὁδηγηθήσομαι, ὑπὸ μὲν τοῦ φωτὸς φωτιζόμενος, ὑπὸ δὲ τῆς σῆς ἀληθείας χειραγωγούμενος ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἐπουράνιον καὶ ἐπὶ τὰ αὐτόθι σκηνώματά σου, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ἔλεγον· Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος· ὡς ἂν δέ σοι τῷ Θεῷ ἱερωμένος, ἐπὶ τὰ ἐνδοτάτω καὶ μέχρι τοῦ θυσιαστηρίου ἥξω, καὶ πρὸς σὲ τὸν Θεὸν ἐλεύσομαι τὸν εὐφραίνοντα τὴν νεότητά μου τὴν πνευματικήν. Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός. Κιθάραν δὲ τὸ σῶμά φησι, δι' οὗ ἀνακρούεσθαι πέφυκεν ὁ νοῦς, καὶ διὰ τῶν αἰσθητηρίων ὥσπερ διὰ χορδῶν τὴν τῷ Θεῷ πρέπουσαν μελῳδίαν ἀναπέμπειν εἴωθε. Σαφῶς δὲ διὰ τούτων ὁ χορὸς ὁ προφητικὸς παρακαλεῖ τὸ φῶς ἀποσταλῆναι τοῦ Θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, ὡς μηδέπω τότε φαῖνον ἐπὶ τῆς γῆς, μηδὲ τῆς ἀληθείας ὑπαρχούσης πως σὺν ἀνθρώποις, ὅτε ταύτας ἠφίει τὰς φωνάς. Φῶς δὲ ἀποστελλόμενον ἕτερον ἂν εἴη τοῦ ἀποστέλλοντος, περὶ οὗ εἴρηται· Ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ∆ιδάσκει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ αὐτοπροσώπως λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Σύμμαχος δέ· Τί καταῤῥέεις, ψυχή μου, καὶ τί θορυβεῖς ἐπ' ἐμέ; Ἀνάμεινον τὸν Θεόν· εἰσαεὶ γὰρ ἐξομολογήσομαι αὐτῷ, τῇ σωτηρίᾳ τοῦ προσώπου μου καὶ τῷ Θεῷ μου. Ἀνάμεινον, φησὶν, ἵνα καὶ αὐτὴ δυνηθῇς ποτε εἰπεῖν· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ἀλλὰ καὶ ἔλπισον ἐπὶ τὸν Θεόν· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Τί γὰρ ἂν χρὴ