119
ταράττεσθαι; τί δὲ περίλυπον γίνεσθαι, τοσούτων προσδοκωμένων ἀγαθῶν; Ἔτι γὰρ μικρὸν ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, καὶ τὸ φῶς ἀποσταλήσεται, καὶ ἡ ἀλήθεια παραγενήσεται, καὶ τὰ προφητευθέντα τέλους τεύξεται· καὶ τέλος παντὸς λόγου τὸ σωτήριόν ἐστι τοῦ προσώπου, αὐτὸς ὁ Θεός μου. Ἐπειδὰν γὰρ καταξιωθῶ, παραστὰς τῷ Θεῷ, πρόσωπον πρὸς πρόσωπον ἐποπτεῦσαι τὸ σωτήριον, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν τῶν Γραφῶν· τότε δὴ αὐτῷ ἐξομολογήσομαι ὡς ἂν Θεῷ 23.384 μου καὶ Σωτῆρί μου· καλῶς δὲ συνῆψε τὸ φῶς τῇ ἀληθείᾳ· ὅπερ γὰρ φῶς αἰσθητὸν ὀφθαλμοῖς σώματος, τοῦτο ἀλήθεια τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ἐνατενίζουσι τῇ φύσει τῶν πραγμάτων, καὶ μηκέτι ἀπατωμένοις, δι' αὐτῆς δὲ τῆς τῶν ὄντων καταλήψεως φωτιζομένοις, καὶ γνῶσιν τῆς ἀληθείας ἀναλαμβάνουσιν. Ἡρμήνευσε τοίνυν αὐτὸς ὁ λόγος τοῦ νοητοῦ φωτὸς τὴν ἐνέργειαν, ἀληθείας οὖσαν παραστατικήν. Εἰκότως οὖν ὁ Σωτὴρ ταῦτα παραδιδοὺς τοῖς αὑτοῦ μαθηταῖς ἐδίδασκε λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἑκάστῃ δὲ τῶν λοιπῶν ἐκδόσεων ἁρμόσεις ἀκολούθως τὸ τέλος, εἴτε τοῖς ἐν Βαβυλῶνι ταῦτα λέγουσιν, εἴτε τοῖς ἐξ ἐθνῶν μήπω πεπιστευκόσιν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΕΙΣ ΣΥΝΕΣΙΝ ΜΓʹ. Ἀλλ' οὐδὲ οἱ προκείμενοι λόγοι ψαλμὸν κατὰ τὴν προγραφὴν περιέχουσιν, οὐδὲ ᾠδὴν, οὐδὲ ὕμνον, οὐδέ τι τῶν τοιούτων· ἐπεὶ μηδὲ τὰ τῆς διανοίας τῶν ἐν αὐτοῖς φερομένων τοιαύτης ἔχεται θεωρίας· ἱκετηρίαι δέ εἰσιν ὅμοιαι ταῖς ἔμπροσθεν, καὶ περὶ τῆς αὐτῆς ὑποθέσεως· λέγω δὲ περὶ τῆς ἀποπτώσεως τοῦ Ἰουδαίων ἔθνους ἐκ προσώπου τῶν προφητῶν προσπεφωνημέναι διὰ τῶν υἱῶν Κορέ. ∆ιασαφοῦσι δ' ἐπὶ τοῦ παρόντος λευκότερον ἐκφαίνοντες τὴν διάνοιαν, δι' ἣν ἐν τοῖς ἔμπροσθεν ἀπεκλαύσαντο. ∆ιεξέρχονται γοῦν τὰ συμβεβηκότα πάθη τῷ λαῷ. Ὅθεν διεγείρουσιν ἡμᾶς εἰς σύνεσιν, καὶ εἰς τὸ τέλος ἀναπέμπουσι διὰ τῆς προγραφῆς, διὰ τὸ μέλλειν ἐπὶ τέλει ταῦτα συμβαίνειν, εἰ καὶ ὡς ἤδη συμβεβηκότα αὐτὰ οἱ υἱοὶ Κορὲ προφητικῶς ἐθέσπιζον. ∆ιὰ μὲν οὖν τῶν ἔμπροσθεν ἀπεκλαύσαντο, καὶ τὰς ἑαυτῶν ἐξήγγειλαν τῷ Θεῷ λύπας· ἐν δὲ τοῖς προκειμένοις καὶ αὐτὰ τὰ πάθη ἐξέρχονται. Ὁ Θεὸς, τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἀντὶ τοῦ· Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, ὁ Σύμμαχος· Σὺ εἶ ὁ βασιλεύς μου· ὁ Θεὸς, ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οἱ μὲν ἐν τῷ λαῷ κατορθοῦντες, οἵ τε ἐν αὐτῷ προφῆται, ταῦτα ἂν εἴποιεν ὁμολογοῦντες μὴ οἰκείᾳ δυνάμει, μηδὲ τόξῳ καὶ ῥομφαίᾳ ἑαυτοῖς τὰ σωτηρίας περιποιεῖσθαι, τῇ δὲ τοῦ κέρως αὐτῶν δυνάμει. Κέρατα δὲ ἡ τοῦ ∆ανιὴλ Γραφὴ τὰς βασιλείας ὀνομάζει· τῶν δὲ ἁγίων κέρας λέλεκται αὐτὸς ὁ Κύριος· διό φησι· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ ἐν ἑτέροις λέλεκται· Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου εἶ. Τοίνυν αὐτός ἐστι τὸ κέρας· ζήτει ὅπως λέλεκται ἀλλαχοῦ· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος τὸ προδεδηλωμένον κέρας. Ὅρα οὖν εἰ μὴ σαφῶς ὁ Θεοῦ Λόγος, αὐτὸς ὁ Κύριος, εἴη ἂν τὸ κέρας τοῦ λαοῦ, ὁ δὲ ὑψῶν αὐτὸν ὁ γεννήσας αὐτὸν Πατήρ. Ἐπειδὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι ἑαυτῶν καὶ τῷ βασιλεῖ θαῤῥοῦντες, ὁμολογοῦσι μὴ τόξῳ, μηδὲ ῥομφαίᾳ, μηδὲ οἰκείᾳ ἀρετῇ τῶν ἐχθρῶν περιγενήσεσθαι, ἀλλὰ τῇ τοῦ βασιλέως αὐτῶν δυνάμει. Εἶτ' ἐπειδὴ βασιλέα καὶ κέρας 23.385 ἐκτήσαντο αὐτὸν τὸν Κύριον, εἰκότως τοῖς ἐχθροῖς μὴ ὑποχείριοι γενήσεσθαί φασι· κρείττους δὲ τῶν πολεμίων ὑπάρξαι. Τοῦτο γοῦν δηλοῦσι λέγοντες· Ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Καὶ ἐπειδήπερ οἱ μὲν ἐχθροὶ αἰσχύνην