120
κατεχέαντο, αὐτοὶ δὲ οὐκ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ κέρως αὐτῶν ἐσώθησαν· εἰκότως ἐπισυνάπτουσι λέγοντες· Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐν τῷ Θεῷ καυχησόμεθα· ἢ κατὰ τὸν Σύμμαχον, Τὸν Θεὸν ὑμνοῦμεν ὅλην τὴν ἡμέραν, καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. Τὴν δὲ ἐξομολόγησιν ἀντὶ εὐχαριστίας παραλαμβάνειν εἰώθασιν αἱ Γραφαί· ὥστε εἰκότως καὶ καυχᾶσθαι καὶ ὑμνεῖν, καὶ ἐπαινεῖν καὶ ἐπαινεῖσθαι, εὐχαριστεῖν τε καὶ ἐξομολογεῖσθαι οἱ σεσωσμένοι τῇ τοῦ βασιλέως αὐτῶν ἀρετῇ φασιν. Ἀλλὰ ταῦτα μὲν ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν εἴρηται· τὰ δ' ἑξῆς ἐπιφερόμενα πάλιν οἱ αὐτοὶ, ἰδιοποιούμενοι τὰ τῷ πλήθει συμβεβηκότα, διεξέρχονται. Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἐπεὶ τὸ πλῆθος τοῦ παντὸς Ἰουδαίων ἔθνους, ἐν παντοίαις ἀσεβείαις καὶ παρανομίαις ἐξητασμένον, οὐκ ἦν ἀλλότριον τοῦ σώματος τοῦ προφητικοῦ, εἰκότως τὰ τῷ πλήθει συμβάντα ἰδιοποιούμενοι οἱ τὰ πρῶτα εἰρηκότες, μέσου διαψάλματος παρεμβληθέντος, εἰς παράτασιν τῆς μεταβολῆς τῶν λεχθησομένων προφέρονται. Οἱ μὲν οὖν πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, καὶ τοῖς ἡμετέροις ἠκούομεν ὠσὶν ὁποῖα κατειργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ ὀφθαλμοῖς οὐ τοιαῦτα ὁρῶμεν· τὰ δὲ τούτοις ἐναντία. Ἀπώσω γὰρ ἡμᾶς, σὺ ὁ Θεὸς, ὁ πάλαι τοὺς πατέρας ἡμῶν διασώσας, διὰ τὰς ἡμετέρας ἁμαρτίας τοὺς πάλαι ἐπὶ σοὶ μέγα φρονοῦντας, καὶ ἐν σοὶ καυχωμένους κατῄσχυνας, ἐρήμους καταλιπὼν καὶ ἀβοηθήτους ἐν τῇ πρὸς τοὺς πολεμίους συμβολῇ. Οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν· ἢ κατὰ τὸν Σύμμαχον, τοῖς στρατεύμασιν ἡμῶν Καὶ διὰ τοῦτο ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· ἢ, κατὰ τὸν Σύμμαχον· Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου, καὶ οἱ μισοῦντες ἡμᾶς διαρπάζουσιν ἑαυτοῖς. Ἔδωκας ἡμᾶς ὡς βοσκήματα βρώσεως, καὶ εἰς τὰ ἔθνη ἐλίκμησας ἡμᾶς. Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν· προπηλακισμὸν μετὰ χλευασμοῦ τοῖς κύκλῳ ἡμῶν. Ἐποίησας ἡμᾶς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν ταῖς φυλαῖς. ∆ι' ὅλης ἡμέρας ἡ ἀσχημόνησίς μου ἄντικρύς μου, καὶ ὁ καταισχυμμὸς τοῦ προσώπου μου καλύπτει με ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ βλασφημοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ τιμωροῦντος ἑαυτῷ. Τοσαῦτα κατὰ τὸν Σύμμαχον ὁ χορὸς ὁ προφητικὸς ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ διεξῆλθεν, εἰς ἑαυτὸν ἀναλαμβάνων τὰ τοῦ λαοῦ πάθη. Σεσαφήνισται τοίνυν ἐν τοῖς προκειμένοις δι' ἣν ἔμπροσθεν ἀπεκλαύσατο. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ὥσπερ ἀσεβήσαντός ποτε τοῦ λαοῦ ἐπὶ τῆς ἐρήμου, ἔπειτα παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ τοῦ λαοῦ τὸ θυμίαμα· καὶ ἱλάσθη ὁ Θεὸς τῷ πλήθει διὰ 23.388 τὴν τοῦ ἱερέως ἀναφοράν· τὸν αὐτὸν τρόπον καὶ ὁ χορὸς ὁ προφητικὸς, καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες τὴν λογικὴν αὐτῶν θυσίαν διὰ τῆς ὑπὲρ τοῦ λαοῦ εὐχῆς ἀναπέμπουσι, τὰ οἰκεῖα κατορθώματα ἀντὶ θυσίας καὶ θυμιάματος εὐώδους ὑπὲρ τοῦ πλήθους τῷ Θεῷ προσάγοντες. Οὐ γὰρ ἁρμόζει ταῦτα τῷ πλήθει λέγειν, οὐδὲ τοῖς διὰ τὰς ἀσεβείας αὐτῶν τοῖς ἐχθροῖς παραδεδομένοις· ἀλλ' ὥσπερ τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀνελάμβανον οἱ προφῆται, καὶ αὐτοὶ ταῦτα πεπονθέναι ἔφασκον· οὕτω τὰ ἑαυτῶν κατορθώματα κοινοποιοῦσιν εἰς πάντας. Οὐ γὰρ ἠγνόουν ἑαυτοὺς εἶναι μέλη τοῦ παντὸς σώματος· ἀκόλουθον δὲ ἦν, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξαζομένου πάλιν μέλους, συγχαίρειν πάντα τὰ μέλη. Πάντα τοίνυν, φασὶν, ἃ προειρήκαμεν πεπόνθαμεν· ἀλλ' ἡμᾶς τούτων οὐδὲν παρεκίνησε τῆς περὶ σοῦ μνήμης, καὶ οὐκ ἠδικήσαμεν ἐν ∆ιαθήκῃ σου· ἢ κατὰ τὸν Σύμμαχον· Οὐδὲ παρελογησάμεθα τὴν συνθήκην σου, οὐδὲ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἀντὶ δέ· Καὶ ἐξέκλινας τὰς