121
τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Οὐδὲ μετετέθη τὰ ὑπορθοῦντα ἡμᾶς· ἐν τόπῳ κακώσεως· ἢ κατὰ τὸν Ἀκύλαν· Συνέθλασας ἡμᾶς ἐν τόπῳ ἀνοικήτῳ, καὶ ἐπεπώμασας ἡμῖν σκιὰν θανάτου. Οὐκ ἐπελαθόμεθά σου οὐδὲ παρέβημεν τὰς πρὸς σὲ συνθήκας. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον· οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Σὲ μάρτυρα, φησὶν, ἀνακαλούμεθα, κριτήν τε καὶ ἐξεταστὴν τῶν ἡμετέρων λόγων καὶ τῶν κατὰ διάνοιαν λανθανόντων τοὺς πολλοὺς λογισμῶν. Αὐτὸς γοῦν οἶσθα, εἰ, τοσαῦτα παθόντες καὶ ταπεινωθέντες ἐν τόπῳ κακώσεως, καὶ καλυφθέντες ὑπὸ τῆς σκιᾶς τοῦ θανάτου, λήθην τοῦ ὀνόματός σου πεποιήμεθα· καὶ εἰ μὴ ἐπὶ τῷ σῷ ὀνόματι παῤῥησίας γέμοντες ἐκαυχώμεθα· εἰ δὲ καὶ, ἀπογνόντες τὴν παρὰ σοῦ βοήθειαν, ἐπὶ ἕτερόν τινα ἤλθομεν, ἑτέρῳ Θεῷ χεῖρας ἀναπετάσαντες· καὶ τούτων σὺ κριτὴς τυγχάνεις. Οἶσθα δὲ καὶ τὰ κρύφια τῆς καρδίας καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ' ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας θανατούμεθα. Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ' ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι θάνατον, δυνάμει ὁ τοιοῦτος τέθνηκε. Καὶ ὁ Ἀπόστολος δὲ τοῦτο ἔλεγεν, ἐπειδὴ συνεχεῖς ἦσαν καὶ ἐπάλληλοι διωγμοὶ, καὶ οἱ περισπασμοὶ θάνατον ἀπειλοῦντες αὐτῷ. Ὁ δὲ καθ' ἕκαστον πειρασμὸν παρεσκεύαστο ἐνστατικῶς μέχρι θανάτου ἀγωνίσασθαι· διὸ εἰκότως καθ' ἡμέραν ἀποθνήσκειν ἔλεγε. Ταύτῃ οὖν τῇ διανοίᾳ καὶ οἱ πάλαι τοῦ Θεοῦ προφῆται διὰ τῶν προκειμένων ταῦτα ἔφασκον· Ἐν γὰρ τοῖς κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν. Ἀλλὰ γὰρ καὶ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἅπαξ γὰρ ἑαυτοὺς παραδεδωκότες ὥσπερ εἰς θυσίαν ἀντὶ παντὸς τοῦ λαοῦ, τῷ λογισμῷ καὶ τῇ προθέσει ἐσφαγιά 23.389 σθημεν, ὡς αὐτὸς σὺ ὁ Θεὸς μαρτυρεῖς· μόνος γὰρ γινώσκεις τὰ κρύφια τῆς καρδίας. Ἐπεὶ τοίνυν τοσαῦτα πεπόνθαμεν, εἰκότως μετὰ παῤῥησίας ἐπιστρέφομέν σε πρὸς ἡμᾶς καὶ διεγείρομεν ὥσπερ καθεύδοντα καί φαμεν· Ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· ἢ κατὰ τὸν Σύμμαχον· Ἵνα τί ὡς ὁ ὑπνῶν εἶ, ∆έσποτα; Ἐξύπνισον, καὶ μὴ ἀποβάλῃ εἰς τέλος. Εἰ γὰρ καὶ ἐκ μέρους ἀπώσω διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, ἀλλ' ἱκετεύομεν μὴ εἰς τέλος ἀπώσασθαι, τὰ δ' ἡμέτερα παραδέξασθαι κατορθώματα ὑπὲρ τοῦ παντὸς λαοῦ. Ἐπισημήνασθαι δὲ δεῖ, ὅτι δυάδα προσώπων ὁ λόγος ᾐνίξατο. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; Σύμμαχος· Ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις, ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλίψεως; Κρύπτεις μὲν τὸ ἑαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια. Ἀλλ' ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσεβείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν; ἤτοι τῆς πτωχείας, κατὰ τοὺς Ἑβδομήκοντα. Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς κατορθώματα, ἀλλ' ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ, καὶ ὀλίγιστα. Πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. ∆ιὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμέν σου χάριν. Καὶ ἐπεὶ ἡ ψυχὴ ἡμῶν εἰς χοῦν τεταπείνωται, συγγνῶναι ταῖς ἀσθενείαις ἡμῶν ἱκετεύομεν. Καὶ ἀλλαχοῦ δὲ τῷ αὐτῷ λόγῳ δυσωπεῖ τὸν Θεὸν, λέγων· Μνήσθητι, ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. Ἀλλὰ καὶ ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. ∆έον γὰρ αὐτὴν πεπληρῶσθαι ναμάτων ἁγίων καὶ πηγῆς ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ἐξ ἀνυδρίας ὑπερβαλλούσης ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Γαστέρα δὲ ψυχῆς νόει τὸ μνημονικὸν αὐτῆς, ἢ καὶ τὸ ἡγεμονικὸν, ἐν ᾧ πάντα συνάγει τὰ μαθήματα καὶ τὰ θεωρήματα· ἐν ᾧ καὶ σπέρμα ὑποδεξαμένη κύει, καὶ τελεσφορήσασα γεννᾷ πνεῦμα