122
σωτηρίας, κατὰ τὸν φήσαντα· Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Τοσαῦτα δυσωπητικὰ οἱ πάλαι τοῦ Θεοῦ προφῆται, καὶ οἱ κατορθοῦντες ἐν τῷ λαῷ δεηθέντες, ἱκετεύουσι καὶ λυτρώσεως τυχεῖν· ὃ δὴ καὶ γεγένηται· ἔτι γὰρ λαλούντων αὐτῶν εἰσακούσας ὁ Θεὸς, μεταβάλλει τοὺς ὀδυρμοὺς αὐτῶν ἐπὶ τὸ φαιδρότερον. ∆ιόπερ ἑξῆς οἱ τοσαῦτα ἀποκλαυσάμενοι ὑπὲρ τῶν ἀλλοιωθησομένων προφητεύουσι, καὶ ᾠδὴν ᾄδουσι τὴν ὑπὲρ τοῦ Ἀγαπητοῦ, δι' οὗ τὴν κακῶν ἐλευθερίαν καὶ τῶν ψυχῶν τὴν ἀπολύτρωσιν ὁ ἀγαθὸς Θεὸς, ἐπακούσας τῶν εὐξαμένων, τῷ παντὶ γένει τῶν ἀνθρώπων ἐδωρήσατο. 23.392 ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΣΥΝΕΣΙΝ,
Ω∆Η ΥΠΕΡ ΤΟΥ ΑΓΑΠΗΤΟΥ Μ∆ʹ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Οἱ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν ἀποκλαυσάμενοι ἐντεῦθεν ᾠδὰς καὶ ᾄσματα ἀντὶ τῶν προτέρων ὀδυρμῶν ᾄδουσι, τῆς ἀπὸ τῶν σκυθρωπῶν μεταβολῆς αἴτιον αὐτοῖς γεγονέναι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ δηλοῦντες· ὃν καὶ δι' ὅλης τῆς ᾠδῆς ἀνυμνοῦσιν. Ἀλλ' ἐπείπερ ταῦτα μακροῖς ὕστερον χρόνοις γίγνεσθαι ἤμελλεν, εἰκότως Εἰς τὸ τέλος ἐπιγράφουσι τὴν προφητείαν, ἢ ἐπινίκιον, ἢ τῷ νικοποιῷ, διὰ τὰ κατὰ τῶν νοητῶν πολεμίων νικητήρια. Προσέθηκαν δὲ τῇ ἐπιγραφῇ τὸ, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ἐπειδὴ καὶ αὐτοὶ οἱ ταῦτα φάσκοντες ἀλλοίωσιν τὴν ἀπὸ τῶν σκυθρωπῶν λόγων ἐπὶ τὴν φαιδροτέραν ᾠδὴν πεποίηνται. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐμφερόμενα δι' ὅλης τῆς ᾠδῆς πλείστης πεπλήρωται ἀλλοιώσεως. Ὅ τε γὰρ Ἀγαπητὸς τοῦ Θεοῦ, ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβὼν, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἀλλοίωσιν οὐ τὴν τυχοῦσαν ἔδοξεν ὑπομένειν, ἀναλλοίωτος ὢν καὶ ἄτρεπτος ὡς Θεός· οἵ τε δι' αὐτοῦ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας λυτρωθέντες, εἰς ἐλευθερίαν τε τὴν ὑπὸ τῷ Θεῷ μετενηνεγμένοι, τὴν καλλίστην ἀληθῶς αὐτοὶ ἀλλοίωσιν ὑπομεμενήκασι. ∆ιὸ καὶ ἡ ἐμφερομένη τοῖς λόγοις βασίλισσα κελεύεται λήθην ποιήσασθαι τοῦ λαοῦ ἑαυτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῆς· καὶ θυγάτηρ δὲ Τύρου ἀλλόφυλος ἐπὶ τὴν καλὴν μεταβολὴν ταύτην καλεῖται· παρθένοι τε καὶ υἱοί τινες ἀντὶ πατέρων γενόμενοι, λαοί τε ἐξομολογούμενοι τῷ Θεῷ, τῆς αὐτῆς ἠξιώθησαν ἀλλοιώσεως. Ὧν δὲ ἕνεκα πάντων ὑπὲρ τῶν ἀλλοιωθησομένων προγέγραπται ἡ ᾠδή· κατὰ δὲ τὸν Ἀκύλαν, ἐπὶ τοῖς κρίνοις· κατὰ δὲ τὸν Σύμμαχον, ὑπὲρ τῶν ἀνθῶν. Οἱ γὰρ ἀλλοιωθέντες, οὗτοι εὐωδίας πνεύσαντες, καὶ ἄνθη νεαρὰ τῆς Ἐκκλησίας γενόμενοι, τοῦτον ὠνομάσθησαν τὸν τρόπον. ∆ιὸ, ἵνα ταῦτα νοηθῇ, ἀναγκαίως πρόσκειται τῇ προγραφῇ τὸ, εἰς σύνεσιν· καὶ ἵνα συνῶμεν, ὡς ὁ πᾶς λόγος ᾠδὴν περιέχει ὑπὲρ τοῦ Ἀγαπητοῦ, ἢ κατὰ τὸν Σύμμαχον· Ἄσμα εἰς τὸν Ἀγαπητόν. Ἔνθα δὲ γενόμενος, πάντα ὅσα περὶ Ἀγαπητοῦ συνάξεις· οἷον ἐν Ἡσαΐᾳ· Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ Ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· δι' ὧν σημαίνεται ἀμπελὼν μὲν ὁ οἶκος τοῦ Ἰσραήλ· τοῦτο γὰρ ἑξῆς ὁ λόγος δηλοῖ· ἠγαπημένος δὲ καὶ Ἀγαπητὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὗ μερὶς γέγονε καὶ κλῆρος πρότερος ὁ δηλωθεὶς ἀμπελών. Ἐπεὶ δὲ πᾶς ἠγαπημένος καὶ ἀγαπητὸς ἔχει τὸν ἀγαπῶντα, σαφῶς διὰ τούτων ὁ λόγος παρίστησι τὸν ἀμπελῶνα κτῆμα γεγονέναι τοῦ Ἀγαπητοῦ τοῦ Θεοῦ, περὶ οὗ ἡ προκειμένη ᾠδὴ εἴ 23.393 ρηται, ὑπὲρ τοῦ Ἀγαπητοῦ. Καὶ ἐν Ψαλμοῖς δὲ λέλεκται· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ. Σαφῶς δὲ κἀνταῦθα ἰδίως μνημονευομένου Κυρίου τοῦ Θεοῦ τῶν ὅλων· καὶ πάλιν ἰδίως τοῦ Ἀγαπητοῦ, καὶ ἐν τῇ τρίτῃ τάξει τῶν εὐαγγελιζομένων τὸν