123
Ἀγαπητὸν, οἷς δίδοσθαι ῥῆμα ἐξ αὐτοῦ τοῦ Θεοῦ ἄνωθεν λέλεκται, καὶ ἡ περὶ τοῦ Σωτῆρος ἡμῶν συνίσταται μαρτυρία. Καὶ ἐν ἑτέρῳ δὲ αὖθις εἴρηται· Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Προκείσθω τούτοις καὶ τὸ ἐπισφράγισμα τῶν ὅλων, τὸ σωτήριον Εὐαγγέλιον ἐν φωνῇ πατρικῇ τὸν Ἀγαπητὸν ἄνωθεν παρ' ἀνθρώποις ἐδείκνυ, βοώσῃ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τοσούτων ἀποδεδειγμένων περὶ τοῦ Ἀγαπητοῦ, σαφὴς ἂν εἴη λοιπὸν καὶ ἀναμφίλεκτος ἡ προκειμένη προφητεία διὰ τῆς προγραφῆς φήσασα· Ὠδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. Ὅτι δὲ ὁ Χριστὸς ἦν οὗτος, ἕτερος ὢν παρὰ τὸν χρίσαντα αὐτὸν Πατέρα, προϊὼν ἑξῆς ὁ λόγος ἐν αὐτῷ τῷ ψαλμῷ παρέστησε. Ταῦτα μὲν οὖν εἰς τὴν προγραφὴν εἰρήσθω· τὰ δ' ἑξῆς πάλιν ὁ χορὸς ὁ προφητικὸς διεξέρχεται, ὁ καὶ τὰ πρῶτα διεξελθών. Τινὲς ᾠήθησαν, ὡς ἐκ προσώπου τοῦ Πατρὸς λέγεσθαι τὸν ψαλμὸν ἤτοι τὴν ᾠδὴν περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας, ἢ αὐτῶν τῶν σπλάγχνων, φησὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν. Ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον· τὰ γὰρ ἐφ' ἑξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊὼν δέ φησι· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως· οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ' ἔχρισέ σε· ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ προφήτης, ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς ἑαυτὸν γενομένην ἐνέργειαν; Ἀντὶ δὲ τοῦ· Ἐξηρεύξατο ἡ καρδία μου, ὁ Σύμμαχος· Ἐκινήθη, φησὶν, ἡ καρδία μου λόγῳ ἀγαθῷ. Ὡς γὰρ ἑτέρου ἀπαγγείλαντος τὸν λόγον, αὐτὸς κεκινῆσθαί φησι διὰ τῆς ἀκοῆς. Ἐν τῷ φάσκειν· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, οὐδέτερον δηλοῦσι βασιλέα, ἢ τὸν Ἀγαπητὸν αὐτὸν, ᾧ καὶ τὰ ἑξῆς πεφώνηται. Τούτῳ γὰρ, φησὶ, τὰ ἔργα μου διηγήσομαι· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, τὰ δικαιώματά μου ἐξαγγελῶ. Πολλῆς δὲ γέμων παῤῥησίας ἐπ' ἀγαθοῖς ἔργοις ὁ τῶν προφητῶν χορὸς, ταῦτα λέγειν τεθάρσηκεν. Εἰ δὲ καὶ γνῶναι ποθεῖς τίνα ἦν τῶν προφητῶν τὰ ἔργα, μάθοις ἂν διὰ τῶν ἔμπροσθεν, ἐν οἷς ἔφασκον· Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν ∆ιαθήκῃ σου· καὶ πάλιν· Ὅτι 23.396 ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Μέγα δὲ ἦν ἔργον καὶ τὸ διὰ γλώττης τὰ μέλλοντα προφητεύειν, καὶ τῷ βασιλεῖ διακονεῖσθαι τὴν εὐαγγελικὴν ᾠδήν. Ἀντὶ δὲ τοῦ· Κάλαμος γραμματέως ὀξυγράφου, ὁ μὲν Ἀκύλας· Σχοῖνος γραμματέως ταχινοῦ· ὁ δὲ Σύμμαχος· ἡ γλῶσσά μου, φησὶ, γραφεῖον γραφέως ταχινοῦ. Σφόδρα δὲ θαυμαστῶς τὴν ἑαυτοῦ γλῶσσαν, οὐ χεῖρα γραμματέως ἐπιστήμονος, οὐδὲ γραμματέα φησὶν, ἀλλὰ κάλαμον γραμματέως ὀξυγράφου· δηλῶν, ὅτι ὄργανον ἦν ἡ προφητικὴ γλῶσσα ἑτέρου τοῦ χρωμένου αὐτῇ, ἁγίου Πνεύματος· ὅπερ ὁ γραμματεὺς, οὗ γραφεῖον καὶ κάλαμος ἐτύγχανεν ἡ τῶν προφητῶν γλῶσσα, ὥσθ' ἕτερον εἶναι τὸν ὀξυγράφον γραμματέα, δηλαδὴ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερον τὸν προφήτην, καὶ τρίτον τὴν γλῶσσαν τὴν προφητικὴν, ἣ καλάμου καὶ γραφείου χώραν ἐπεῖχεν, ὄργανον τυγχάνουσα τοῦ χρωμένου αὐτῇ ἁγίου Πνεύματος. Εἰδέναι δὲ δεῖ, ὡς κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν συνῆπται ἡ διάνοια τῷ καλάμῳ τοῦ γραμματέως, ὑφ' ἕνα τε στίχον τὸ ὅλον ἀπείληπται λόγιον, οὕτως ἔχον· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ δὲ ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, τὴν τῶν ἀνωτέρω διάνοιαν περιγράψαντες, ἀπὸ ἑτέρας ἀρχῆς τὴν ἔκθεσιν ἐποιήσαντο· εἰκότως καὶ ἡμεῖς ἐξ ἑτέρας ἀρχῆς τό· Ὡραῖος κάλλει παρὰ