124
τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρεθήκαμεν. Ὁ μὲν οὖν Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον, Κάλλει ἐκαλλιώθης ἀπὸ υἱῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὥστε εἶναι τὰ πρῶτα τῆς ᾠδῆς ἀντὶ προοιμίου λελεγμένα. Μέλλων γὰρ εὐαγγελίζεσθαι τὸν ὑπὲρ τοῦ Ἀγαπητοῦ λόγον, καὶ τὴν ὑπὲρ αὐτοῦ προφέρειν ᾠδὴν ὁ προφητικὸς χορὸς, προοιμίῳ κέχρηται, στήσας τὸ προοίμιον ἕως τοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐντεῦθεν δὲ λοιπὸν ἀπάρχεται τῆς εἰς πρόσωπον τοῦ Ἀγαπητοῦ ᾠδῆς· ἀναφωνεῖ τε πρὸς αὐτόν· Ὡραῖος εἶ κάλλει, καλὸς εἶ, ἢ κάλλει ἐκαλλιώθης, ἢ κάλλει ὡραιώθης, ὦ Ἀγαπητὲ, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ γὰρ καὶ τὰ μάλιστα εἷς τις γέγονας καὶ αὐτὸς υἱῶν τῶν ἀνθρώπων, καὶ κατηριθμήθης τοῖς ἐπὶ γῆς πολιτευσαμένοις· ἀλλ' οὐκ ἔστι παραβάλλειν τῷ κάλλει σου ἕτερον. ∆ῆλον δὲ, ὅτι κατὰ τὴν ἀρετήν· οὕτω γὰρ οὔτε δόξει ἐναντία τούτοις Ἡσαΐας λέγειν φήσας· Καὶ ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προανεφώνει, ἃ παροινίας καὶ ὕβρεως ὑπῆρχε μεστά· διὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, καθ' ἃ εἴρηται, οὐ τὸ τοῦ σώματος, ἀλλὰ τὸ τῆς ἀρετῆς, ἁμαρτίας οὐ δεξάμενον σπῖλον. Τούτοις ἑξῆς εἴρηται· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς 23.397 τὸν αἰῶνα. Μωϋσῆς μὲν οὖν εὗρε μίαν τινὰ χάριν· καὶ Νῶε πάλιν εὗρέ τινα χάριν ἐνώπιον τοῦ Θεοῦ· καὶ ἕκαστος τῶν δικαίων χάριτος μετέσχεν. Ἐπεὶ δὲ τοῦ Ἀγαπητοῦ πᾶσα ἡ πατρικὴ εἰς αὐτὸν ἐκενώθη χάρις· ἦν γὰρ ὁ Πατὴρ λαλῶν ἐν Υἱῷ· ἔνθεν καὶ ἡ διακονησαμένη τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον κεχαριτωμένη ἐλέχθη. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς διὸ πάντες οἱ ἅγιοι ἐκ τοῦ πληρώματος αὐτοῦ εἰλήφασιν. Ἐπιβαλεῖς δὲ καὶ οὕτως· Τὸ πρῶτον ἔργον τοῦ Ἀγαπητοῦ ἡ χάρις ἡ ἐν τοῖς χείλεσιν αὐτοῦ κεχυμένη, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· καὶ καθ' ἕτερον δὲ τρόπον, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἐπειδὴ πάντα χαριζόμενος ἔπραττε τοῖς μὲν ἀφιεὶς τὰς ἁμαρτίας, τῶν δὲ τὰς νόσους καὶ τὰς μαλακίας ἰώμενος, τοῖς δὲ τὸ ἅγιον Πνεῦμα δωρούμενος. ∆ι' ὃ πρὸς αὐτὸν εἰκότως εἴρητο· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Τούτοις ἑξῆς οἱ πρόσθεν ἀποκλαυσάμενοι, καὶ τὴν ὑπὸ τοῖς πολεμίοις δουλείαν ἑαυτῶν ὑπογράψαντες, εὐκαίρως τὸν Ἀγαπητὸν ἱκετεύουσι σπεῦσαι καὶ μέχρις αὐτῶν ἐλθεῖν, φραξάμενον ὅπλοις πολεμικοῖς διὰ τοὺς ἐπικειμένους ἐχθροὺς, ὡς ἂν τροπωσάμενος αὐτοὺς, τὴν ὑπ' αὐτοῖς αἰχμαλωσίαν ὑπεξαγάγοι. ∆ιό φασι· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· ὡραῖος μὲν γὰρ εἶ καὶ καλὸς, πλὴν ἀλλὰ πρὸς τῇ ὡραιότητί σου καὶ πρὸς τῷ κάλλει σου ἀνάλαβε τὴν σαυτοῦ πανοπλίαν δι' ἡμᾶς τοὺς σοὺς ἱκέτας· ῥομφαίαν τε περίθου τῷ σαυτοῦ μηρῷ, καὶ οὕτω τὴν σὴν δύναμιν ἀναλαβὼν, ἔντεινόν σου τὰ τόξα. Ἔπειτα βαλὼν τοὺς ἐχθροὺς, κατευοδοῦ καὶ βασίλευε. Ῥομφαίαν δὲ τοῦ Ἀγαπητοῦ νόει τὴν δύναμιν τὴν τῶν ἐχθρῶν καθαιρετικὴν καὶ κολαστήριον. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ἄλλως δὲ ῥομφαίας Θεοῦ ὁ προφήτης μέμνηται Ἰεζεκιὴλ ὧδε λέγων· Τάδε λέγει Ἀδοναῒ Κύριος· Εἶπον· Ῥομφαία, ῥομφαία, ὀξύνου καὶ θυμώθητι, ὅπως σφάξῃς σφάγια· ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν· καὶ πάλιν· Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου· ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου· αὕτη ἐν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· καὶ ἑξῆς· ∆ιάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται· καὶ τὰ τούτοις ἀκόλουθα, δι' ὧν ῥομφαίαν τοῦ Κυρίου λέγει τὴν ῥομφαίαν τοῦ Ναβουχοδονόσορ τὴν ἐπαχθεῖσαν τῷ λαῷ. Ἔχεις δὲ καὶ ἐν τοῖς