125
Εὐαγγελίοις, ὡς ὁ ποιῶν γάμους τῷ υἱῷ αὑτοῦ βασιλεὺς τοὺς παραιτησαμένους τὴν κλῆσιν, καὶ ἀνελόντας τοὺς βασιλικοὺς δούλους, παραδίδωσιν εἰς σφαγήν· Καὶ πέμψας, φησὶ, τὸ στράτευμα αὑτοῦ, ἐνέπρησε τὴν πόλιν αὐτῶν. Στράτευμα δὲ τοῦ βασιλέως τὴν Ῥωμαϊκὴν χεῖρα σημαίνει τὴν πολιορκήσασαν τὴν Ἱερουσαλήμ. Ἐπεὶ τοίνυν χρεία ἦν καὶ τοιαύτης ῥομφαίας κατὰ τῶν ἐπαναστάντων τῷ Ἀγαπητῷ, εἰκότως φησὶν ἡ προφητεία εἰς αὐτοῦ πρόσωπον· Περίζωσαι τὴν ῥομφαίαν ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε. 23.400 Εἶτ' ἐπιλέγει· Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ταῦτα δὲ ὁμοίως τοῖς ἄλλοις ἐξηγήσατο· Τὰ βέλη σου ἠκονημένα, καὶ λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως· ὃ δὴ καθ' ὑπερβατὸν κεῖται. Συνάψεις δὲ τὴν διάνοιαν τοῦτον τὸν τρόπον· Τὰ βέλη σου ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Πρῶτον μὲν γάρ φησι· Τὰ βέλη σου ἠκονημένα γενήσεται κατὰ τῆς καρδίας τῶν σῶν ἐχθρῶν· ἔπειτα, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐλαθέντων τοῖς σοῖς βέλεσι τῶν ἐχθρῶν. Τὸ τηνικαῦτα γοῦν ἐλευθερίας τυχόντες οἱ λαοὶ, καὶ ἀναπνεύσαντες τῶν πιεζόντων αὐτοὺς κακῶν, τοῖς σοῖς ὑποδραμοῦνται ποσί. Βέλη δὲ τοῦ. Ἀγαπητοῦ ἀποστελλόμενα κατὰ τῆς καρδίας τῶν ἐχθρῶν ἀοράτους τινὰς καὶ ἀφανεῖς πληγὰς νοήσεις κατὰ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· οἷς βέλεσι τιτρωσκόμενοί ποτε οἱ δαίμονες ἔλεγον· Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ὅτι ὡραῖος καὶ καλὸς καὶ χάριτος πλήρης, εὐλογημένος τε βασιλεὺς καὶ τῶν ἐχθρῶν νικητὴς ὁ Ἀγαπητὸς τοῦ Θεοῦ ἦν, ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν· ὅτι δὲ πρὸς ἐκείνοις πᾶσι καὶ Θεὸς ἦν, διὰ τῶν προκειμένων διδασκόμεθα. Εἰς αὐτοῦ γὰρ πρόσωπον τὸ Πνεῦμα τὸ ἅγιον ἀναφωνεῖ λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Ἐπεὶ δὲ καὶ βασιλέα αὐτὸν ὠνόμασε διὰ τῶν ἔμπροσθεν, εἰκότως ἐπιλέγει· Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Οὐδὲν γὰρ ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες. Καὶ ἵνα μή τις Ἰουδαϊκῶς ἐκδεξάμενος ὑπολάβοι θνητόν τινα τοῖς πολλοῖς ὅμοιον ἔσεσθαι βασιλέα τὸν Ἀγαπητὸν τοῦ Θεοῦ, ἀναγκαίως διδάσκει, ὡς ἄρα ἐξ αἰῶνος ἦν ὁ θρόνος τῆς βασιλείας αὐτοῦ, διαρκῶν τε καὶ διαμένων ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτα δὲ ὅτι μὴ εἰς πρόσωπον τοῦ Πατρὸς ἀναπεφώνηται, ἀλλ' εἰς τὸ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς Υἱοῦ, προϊὼν διασαφεῖ λέγων· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. Θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ Θεοῦ τίς ἂν εἴη ἢ ὁ ἐν Εὐαγγελίοις θεολογούμενος· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος; Οὗτος οὖν ὁ Θεὸς Λόγος ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Ἀνθ' οὗ ὁ Ἀκύλας ἀκριβέστερον ἡρμήνευσεν εἰπών· Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀσέβημα. Κρίσει γὰρ ὀρθῇ τοὺς ὑπ' αὐτοῦ δικαίους ἀγαπᾷ, μισεῖ δὲ τοὺς ἐναντίους· διὸ χρίεται κρείττονι ἢ παρὰ τοὺς μετόχους αὐτοῦ ἐλαίῳ τῷ καλουμένῳ ἀγαλλιάσεως, καὶ χρίεται ὑπὸ τοῦ Θεοῦ τοῦ ἑαυτοῦ Πατρὸς, ἢ ἐλαίῳ χαρᾶς κατὰ τὸν Ἀκύλαν, ἢ ἐλαίῳ ἀγλαϊσμοῦ κατὰ τὸν Σύμμαχον. Πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ, ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετεσχηκότων, οἳ καὶ εἴποιεν ἄν· Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν. Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· ∆ιὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου, καὶ ταύτῃ γε κέχρηνται ἀναγνώσει, τῇ Ἑβραϊκῇ 23.401 λέξει δουλεύσαντες. Ἐπειδήπερ Ἐλωεὶμ ὁ Θεὸς ἐν τῇ Ἑβραϊκῇ ὠνόμασται γραφῇ, εἰπών· Ἐν ἀρχῇ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Οἱ μὲν οὖν Ἑβδομήκοντα καὶ ὁ Σύμμαχος· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰρήκασιν· ὁ δὲ Ἀκύλας· Θεὲ, δουλεύσας τῇ Ἑβραϊκῇ λέξει, περιεχούσῃ Ἐλωείμ. Ἀλλ' ὁ αὐτὸςἈκύλας, ὁ νῦν Θεὲ