126
εἰρηκὼς, προϊὼν ἑξῆς δεύτερον εἰρημένου τοῦ Ἐλωεὶμ, ἐν τῷ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, οὐκέτι, Θεὲ, ἡρμήνευσεν, ἀλλὰ, Θεὸς, εἰπών· Ἐπὶ τούτῳ ἤλειψέ σε ὁ Θεὸς ὁ Θεός σου, δέον ἑαυτῷ συμφώνως καὶ ἐνταῦθα Θεὲ εἰπεῖν ἐπὶ τῆς αὐτῆς λέξεως· οὕτω δὲ ἑρμηνεύσας, εἶπεν ἄν· ∆ιὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων. Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, ὁ Ἀκύλας· Ἀπὸ ναῶν ὀδόντος, εἴρηκε. Ναοὶ γὰρ ἐνταῦθα εἴρηνται τοῦ Νυμφίου αἱ Ἐκκλησίαι, καὶ αἱ Χριστῷ ἀνακείμεναι ψυχαὶ, ἐν λογικῇ τροφῇ πᾶσαν ἔχοντες τὴν δύναμιν. Τροφῆς δὲ καὶ λόγων σύμβολον οἱ ὀδόντες. Ἔνθεν καὶ αὐτοῦ τοῦ Χριστοῦ οἱ ὀδόντες λευκοὶ λέγονται εἶναι ὑπὲρ γάλα ἐν τῇ περὶ αὐτοῦ φασκούσῃ προφητείᾳ· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐλεφάντινοι οἱ ναοὶ ἢ αἱ βάρεις αὐτοῦ λέγονται, διὰ τὸ νεκροῦ ζώου τυχεῖν τὸν ἐξ ἐλέφαντος κόσμον· οἵ τε ἐν τῇ Ἐκκλησίᾳ εὐδοκιμοῦντες οὐκ ἄλλως διαλάμπουσιν ἢ νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατατὴν ἀποστολικὴν παραγγελίαν. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Αἱ μὲν θυγατέρες τῶν βασιλέων, Χριστοῦ δηλαδὴ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, αἱ κατὰ μέρος ἦσαν ψυχαί. Αὐτὴ δὲ ἡ βασίλισσα ἡ μήτηρ τῶν θυγατέρων παρέστη ἐκ δεξιῶν αὐτοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Τίς δ' ἂν εἴη αὐτὴ ἀλλ' ἢ πᾶσα καθολικὴ Ἐκκλησία, ἡ ἀπὸ περάτων γῆς ἕως περάτων ἐκ πάντων ἐθνῶν συνειλεγμένη; ἣν αὐτὸς ἑαυτῷ ᾠκοδόμησεν ἐπὶ τὴν πέτραν, πρὸς τὸ μὴ πύλας ᾅδου κατισχύειν αὐτῆς. Κυριώτερον δ' ἂν εἴποις διὰ τούτου τὴν ἐπουράνιον δηλοῦσθαι Ἐκκλησίαν, ἥτις ἐστὶ μήτηρ τῶν ἐπὶ γῆς ἁγίων ἀνδρῶν. Τοῦτο γοῦν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος εἰπών· Ἡ δὲἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ' αὐτὴν καὶ πόλιν Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιον ἐν μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, συνεστῶσαν. Αὕτη μὲν οὖν εἴη ἂν ἡ τελεία Χριστοῦ νύμφη. Ταύτης δ' οὐκ ἂν ἁμάρτοις θυγατέρα φήσας ὑπάρχειν τὴν ἐπὶ γῆς Ἐκκλησίαν. Βασίλισσα δ' ἐκείνη, ὡς ἂν ἤδη συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ· διὸ ἐκ δεξιῶν παρεστάναι τοῦ Βασιλέως εἴρηται· ἅτε νύμφη οὖσα αὐτοῦ, καὶ τὰ παρ' αὐτοῦ σπέρματα δεχομένη, κύουσά τε καὶ τίκτουσα διὰ παντὸς πνεῦμα σωτηρίας· ἣ καὶ τὸ βασιλικὸν ἔνδυμα περιτίθησι, τὸ φωτοειδὲς τῆς ἀφθαρσίας ἔνδυμα· ὃ δὴ, πνευματικὸν διόλου τυγχάνον, ταῖς κατ' οὐρανὸν ἀγγελικαῖς δυνάμεσι περιβέβληται. 23.404 Τοῦτο καὶ διάχρυσον ὁ παρὼν λόγος ὠνόμασε. Τὸ δὲ, περιβεβλημένη καὶ πεποικιλμένη, οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται· διὸ ὠβέλισται. Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως Ἐσεβὼν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Νοήσεις, φησὶ, πῶς κροσσοῖς χρυσοῖς περιβέβληται, Παύλου λέγοντος ἀκούων· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ἡ γὰρ γνῶσις ἡ ἐκ μέρους ἐν ἄκροις μόνοις χρυσίου τὸν κόσμον αὐτῇ περιτίθησιν· Ὅταν δ' ἔλθῃ τὸ τέλειον, φησὶ, τὸ ἐκ μέρους καταργηθήσεται. Ἐπειδὰν εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν μεταστῇ ἡ τέως ἐκ γῆς παιδοτροφουμένη, τὸ τηνικαῦτα ἀποθήσεται μὲν τὰ κροσσωτὰ τὰ χρυσᾶ, τὴν ἐκ μέρους γνῶσιν, ἐν ἱματισμῷ δὲ χρυσῷ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἡ διὰ τῶν ἔμπροσθεν πολλάκις ὠνομασμένη θυγάτηρ οὐκ ἐπὶ γῆς εἰς τὸ παντελὲς διαμένει, μετατεθήσεται δὲ κατὰ καιρόν. Ἀλλ' οὐ πᾶσα ἀθρόως τῆς τοιαύτης μεταβάσεως ἀξιωθήσεται· ἐν μέρει δὲ αἱ πρώτῳ βαθμῷ ἐν αὐτῇ τετιμημέναι ἀπενεχθήσονται τῷ Βασιλεῖ. Αὗται δέ εἰσιν αἱ τὴν ἐν Χριστῷ ἁγνείαν κατορθώσασαι ψυχῇ καὶ σώματι, καὶ πνεύματι καθηγιασμέναι. Μετὰ δὲ τὸ πρῶτον τάγμα αἱ πλησίον