127
αὐτῶν ἀπενεχθήσονται· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί. Αὗται δέ εἰσιν αἱ τὸν ἔγγιστα τόπον τῶν παρθένων ἐπέχουσαι διὰ σεμνοῦ καὶ σώφρονος βίου. Ὅπως δὲ ἀπενεχθήσονται παρίστησι λέγων· ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Νοήσεις δὲ ὅπως εἴρηται τοῦτο, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν ᾗ φησιν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Οὐ γὰρ ἐλεύσονται οὐδὲ ἀπελεύσονται τῷ Βασιλεῖ παρθένοι, ἀλλ' ἀπενεχθήσονται, ἄλλων αὐτὰς ἀπαγόντων· ἀγγέλων δηλαδὴ θείων μετεωριζόντων αὐτὰς καὶ εἰς ὕψος ἐπαιρόντων, ὡς ἂν εὐμαρῆ τὴν ἄνω ποιήσαιντο πορείαν. Ἀπενεχθήσονται δ' ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καὶ εἰσαχθήσονται εἰς ναὸν βασιλέως, εἰς τὸν οἶκον τὸν βασιλικὸν τῆς τῶν οὐρανῶν βασιλείας καταξιούμεναι. Ναὸς δὲ οἶκος Θεοῦ ἐστιν· ὥστε Θεὸς ὁ Βασιλεὺς, ᾧ ἀπάγονται. Ἄγουσι δὲ αὐτὰς καὶ οἱ τὰ παιδεύματα παραδιδόντες αὐταῖς, ὅ τε Νόμος καὶ οἱ προφῆται, Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Τούτων τὴν διάνοιαν σαφέστερον ἀποδεδώκασιν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Ἀντὶ τῶν πατέρων σου ἔσονταί σοι υἱοί· ὁ δὲ Σύμμαχος· Ἀντὶ πατέρων ἐγένοντο υἱοί σου. Ἡ δ' ἑρμηνεία τοῦ λόγου ταύτην ἔχει τὴν διάνοιαν· Οἱ υἱοί σου οἱ ἐν σοὶ καὶ ὑπὸ σοῦ γεγεννημένοι ἀντὶ πατέρων γενήσονταί σοι. Ἕξεις γὰρ αὐτοὺς πατέρας, οὓς αὐτὴ γεγέννηκας. Νοήσεις δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα, ἐπιστήσας ὅπως οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι, προσελθόντες τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ ἀναγεννηθέντες ἐν αὐτῇ, υἱοὶ αὐτῆς γίγνονται· κἄπειτα ἐπιδιδόντες τῇ προκοπῇ, πατέρες αὐτῆς καθίστανται, προαγόμενοι εἰς τὴν αὐτῆς προ 23.405 στασίαν, καὶ τῆς ἱερατικῆς λειτουργίας καταξιούμενοι. Πῶς δ' ἕξεις αὐτοὺς ἀντὶ πατέρων διερμηνεύει, σαφέστερον λέγων· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγει δὲ ταῦτα πρὸς τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὁ λόγος, τὴν ἀπὸ περάτων ἕως περάτων διήκουσαν· ἐφ' ἣν ἄρχοντας καὶ πατέρας τοὺς ἰδίους υἱοὺς αὐτὴ ἡ Ἐκκλησία τοῦ Θεοῦ καθίστησιν. ∆ιὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς. Ἡ προλεχθεῖσα θυγάτηρ τῶν βασιλέων, αὕτη δὲ ἦν ἡ ἐπὶ γῆς Ἐκκλησία, συναισθομένη τῆς δυνάμεως τοῦ πατρικοῦ ὀνόματος, ἐπειδήπερ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, μετὰ τὰς πρὸς αὐτὴν λεχθείσας ἐπαγγελίας, πιστεύσασα φωναῖς, χαρᾶς τε καὶ εὐφροσύνης πληρωθεῖσα.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΥΠΕΡ ΤΩΝ ΚΡΥΦΙΩΝ, ΨΑΛΜΟΣ ΜΕʹ.
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. ∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Εὐχαριστήριον ὕμνον ἀναπέμπει τῷ μεγάλων αὐτὸν καταξιώσαντι ὁ λόγος· ὅτι φροῦδος ἔσται, καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ, ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖστον ἐσχηκυῖα τὸ κράτος. Εἶτα λέγει ὁ προφητικὸς λόγος, ὡς τὰ ὕδατα ζάλην ἐδέξατο, καὶ τὰ ὄρη κλόνον ὑπέμεινε, τοῦ εὐαγγελικοῦ διαπορθμευομένου κηρύγματος. Ἐνταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στῖφος διὰ τὸν τῆς ἀλαζονείας ὄγκον καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τῶν ἀνθρώπων τὰς γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης κυκωμένας πνευμάτων. Ταῦτα δὲ διδάσκει ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία· ὅπως, τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούντων, ζάλης ἐμπίπλαντο καὶ θορύβων αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ