129
Τοῦ ποταμοῦ, φασὶν, αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Νοήσεις 23.409 δὲ τὰς διαιρέσεις ἀκούων Παύλου λέγοντος· ∆ιαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δ' αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις εἰσὶν ἐνεργημάτων, ὁ δ' αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Μεγάλης γὰρ οὔσης καὶ πολλῆς τῆς πόλεως, ἔστι τι αὐτῆς τὸ ἐξαίρετον. Τῶν γὰρ ἐν τῇ Ἐκκλησίᾳ πολὺ μὲν τὸ ἄλλο πλῆθος, σπανίοι δὲ οἱ τῇ ἁγιοσύνῃ προσανακείμενοι, καὶ τὴν ἐντολὴν τὴν λέγουσαν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος, φυλάττοντες. Καὶ ἐν τούτοις τε τοῖς ἁγίοις ἡ κατασκήνωσις λέλεκται εἶναι τοῦ Ὑψίστου· ἐν μόνοις γὰρ αὐτοῖς χώραν ἔχει ἡ φάσκουσα τοῦ Θεοῦ φωνή· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρωῒ, πρωΐ. Ἕτερος δὲ πάλιν φησίν· Οἶμαι αὐτὸν αἰνίττεσθαι τὰς πρωϊνὰς συνόδους, ἐν αἷς εἰώθαμεν κατὰ τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας συγκροτεῖσθαι. Καὶ ἄλλως δὲ διεγείρει ἡμᾶς τὸ λόγιον καὶ παρορμᾷ ἐπὶ τὰς ἑωθινὰς προσευχάς· ἵν' ὥσπερ τὰς ἀπαρχὰς τῆς ἑαυτῶν ζωῆς ἀναφέροιμεν αὐτῷ· κατὰ γὰρ τούτους τοὺς καιροὺς ἀτάραχος οὖσα μάλιστα ἡ κεκαθαρμένη διάνοια, ἱερέως τρόπον λειτουργεῖν εἴωθε τῷ Θεῷ. ∆ιάψαλμα. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. Ἐνταῦθα τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους εἰσάγει ταραττομένους, τάς τε ἐπὶ γῆς βασιλείας ὁπλιζομένας κατὰ τῆς Ἐκκλησίας, καὶ πόλεμον αἰρομένας κατὰ τοῦ εὐαγγελικοῦ λόγου. Εἶθ' ὥσπερ ἐν ταῖς συμβολαῖς, ἐπικρατοῦντος τοῦ τῶν νικώντων μέρους, τὸ ἐναντίον ταράττεται καὶ εἰς φυγὴν χωρεῖ· οὕτω καὶ νῦν, νικῶντος τοῦ εὐαγγελικοῦ λόγου, ἐταράχθησαν ἔθνη καὶ ἔκλιναν βασιλεῖαι, ἢ, περιετράπησαν βασιλεῖαι, κατὰ τὸν Σύμμαχον. Ἀλλὰ καὶ διδόντος φωνὴν αὐτοῦ διελύθη ἡ γῆ. Τοῦ γὰρ εὐαγγελικοῦ λόγου νεωστὶ περιιόντος εἰς τὸν βίον, ξενιζόμενα τὰ ἔθνη, καὶ τὴν προτέραν αὐτῶν δεισιδαιμονίαν διεκδικοῦντα συνεκινήθη· οἵ τε τούτων βασιλεῖς ἐπανέστησαν τῇ Ἐκκλησίᾳ. Ἀλλ' ἐπεὶ ὁ Θεὸς καταφυγὴ αὐτῆς ἦν, οἱ πάντες ἀνετράπησαν, πλέον οὐδὲν ἢ φωνὴν μόνην τοῦ Σωτῆρος ἡμῶν δεδωκότος. Ἔδωκε γὰρ φωνὴν αὐτοῦ, ἡ δ' ἐσαλεύετο. Ποίαν δὲ φωνὴν ἢ τὴν διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων αὐτοῦ; Εἰκότως οὖν πάλιν ἡμεῖς οἱ ἀνωτέρω εἰρηκότες· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, τὴν αὐτὴν ὁμολογίαν ἐπαναλαμβάνομεν λέγοντες, ὅτι μὴ ἐξ ἡμετέρας δυνάμεως τὰ τοσαῦτα κατορθώματα, ἀλλ' ἦν μεθ' ἡμῶν ὁ ταῦτα ἐνεργῶν Κύριος τῶν δυνάμεων. Αὐτός τε ἦν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Εὐκαίρως δὲ καὶ ἐνταῦθα τοῦ Θεοῦ Ἰακὼβ ἐμνημόνευσαν, ἀναπέμποντες ἡμᾶς ἐπὶ τὸν ὀφθέντα τῷ Ἰακὼβ ἐν σχήματι ἀνδρός. Ἐπάλαισε 23.412 γὰρ, φησὶν, ἄνθρωπος μετ' αὐτοῦ, ὃς καὶ εἶπεν αὐτῷ· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. Καὶ ἀναστὰς Ἰακὼβ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ, εἰπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Οὗτος γὰρ αὐτὸς ἐκεῖνος ὁ ἐν ἀνθρώπου σχήματι τῷ Ἰακὼβ φανείς. Αὐτὸς δέ ἐστιν ὁ Κύριος τῶν δυνάμεων ὁ μεθ' ἡμῶν, καὶ αὐτός ἐστιν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. ∆ι' αὐτοῦ γὰρ τὰ προγεγραμμένα πάντα κατωρθώσαμεν. ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἔστι γε, ἐπιστήσαντα τοῖς χρόνοις, καὶ πρὸς λέξιν αὐτὰ ταῦτα πεπληρωμένα παραλαβεῖν· εἴ γε πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τοποκρατίαι καὶ τοπαρχίαι κατὰ χώρας ἦσαν καὶ κατὰ πόλεις· πόλεμοί τε συνίσταντο καθ' ἑκάστην γωνίαν τῆς γῆς·