130
ὡς καὶ αὐτοὺς τοὺς γεωπόνους, τὴν χώραν ἐργαζομένους, δοράτων καὶ ξιφῶν καὶ παντοίων πολεμικῶν ὅπλων ἐπιμελεῖσθαι. Μετὰ δὲ τὴν σωτήριον θεοφάνειαν μόναρχος μὲν ἡ Ῥωμαίων βασιλεία ἐπικρατεῖν πλείστων ἐθνῶν ἤρξατο· διέτρεχε δὲ συναρξάμενον αὐτῇ τὸ σωτήριον Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη. Ἐπληροῦτο δὲ καὶ ἄλλη προφητεία, ὧδέ πη ἀναφωνοῦσα διὰ Ἡσαΐου· Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Ταῦτα δὴ οὖν καὶ διὰ τῶν παρόντων δηλοῦται, καὶ τέλους ἐτύγχανε, ῥητῶς μὲν κατὰ τὴν ἀποδοθεῖσαν ἱστορίαν, πρὸς δὲ διάνοιαν, κατὰ τὴν τῶν νοητῶν καὶ ἀοράτων πολεμίων καθαίρεσιν. ∆όρατα δὲ καὶ ὅπλα, καὶ θυρεοὺς τῶν ἀντικειμένων δυνάμεων ἐποίησαν εἶναι τὰ ἄψυχα ξόανα καὶ τὰ ἀγάλματα τῆς πολυθέου πλάνης, ἢ καὶ τοὺς ἀθέους ἄνδρας καὶ τοὺς δυσσεβεῖς λογισμοὺς τοὺς ταῖς διανοίαις τῶν ἀνθρώπων ὑποβαλλομένους ὑπὸ τῶν ἀοράτων πνευμάτων, δι' ὧν κατατοξεύουσιν ἀκοντίζοντες τὰ πεπυρωμένα βέλη κατὰ τῶν ἀφράκτων καὶ μὴ τῇ πίστει πεφραγμένων ψυχῶν. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἐπειδὴ λοιπὸν πέπαυτο τὰ τοῦ πολέμου καὶ λέλυτο τὰ τῆς ταραχῆς, εἰρήνη δὲ βαρεῖα δέδοτο τοῖς ἐπὶ γῆς ἅπασιν· εἰκότως βούλεται εἰς ἀγαθὸν χρῆσθαι τῷ καιρῷ, καὶ σχολὴν ἀναλαβεῖν ψυχῆς σωτήριον. ∆ιό φησι· Σχολάσατε καὶ γνῶτε· οὐδὲ γὰρ ἑτέρως ἔστι γνώσεως μετασχεῖν θείας, μὴ σχολάσαντα τῶν ἀφελκόντων ἐπὶ τἀναντία. Ἔνθεν εἰκότως ὁ τῆς Αἰγύπτου βασιλεὺς, πρὸς τὴν τοιαύτην διαβεβλημένος σχολὴν, τοῖς φάσκουσιν· Ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα, καὶ λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἀποκρίνεται λέγων· Σχολάζετε, σχολασταί ἐστε. Εἶτα, μὴ βουλόμενος αὐτοὺς τῷ Θεῷ σχολάζειν, καταπονεῖ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἀλλ' ἡμῖν γε οἱ καταστάντες ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν ἐπιβοῶσι 23.415 σχολάζειν, καρπὸν τῆς σχολῆς ἐπαγγελλόμενοι τὴν ἔνθεον γνῶσιν. Λαλεῖ δὲ ὁ Θεὸς δι' αὐτῶν λέγων· Γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀλλὰ καὶ ὅτι ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Πάλαι μὲν γὰρ παρὰ Ἰουδαίοις ἐγινωσκόμην μόνοις, ὅτε γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· νυνὶ δὲ ὑμῖν παρακελεύομαι σχολὴν ἄγειν, ὡς ἂν μάθοιτε καὶ γνῶτε τίνα τρόπον καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὑψωθήσομαι, δοξαζόμενος παρ' αὐτοῖς μᾶλλον ἢ παρὰ τοῖς πάλαι με εἰδέναι νομιζομένοις.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΨΑΛΜΟΣ Μʹ.
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ∆οκεῖ μοι τὰ τῆς προγραφῆς ἐσφαλμένως ἔχειν. Οὐ γὰρ ὑπὲρ τῶν υἱῶν Κορὲ, ἀλλὰ, τοῖς υἱοῖς Κορὲ, ἢ τῶν υἱῶν Κορὲ, ἐχρῆν ἐπιγεγράφθαι κατὰ τὰς ἔμπροσθεν προγραφάς. Οἱ γὰρ λοιποὶ ἑρμηνευταὶ καὶ τὸ Ἑβραϊκὸν ὁμοίως ἔχουσι τοῖς ἔμπροσθεν. Καὶ ἐπειδήπερ σαφέστατα τοῖς ἔθνεσιν ὁ λόγος παρακελεύεται, οὐδὲν ἔχων ἐπικεκαλυμμένον, εἰκότως οὐδὲ τὰ τῆς προγραφῆς εἰς σύνεσιν ἡμᾶς παρορμᾷ, οὐδὲ ὑπὲρ τῶν κρυφίων· ψαλμὸς δὲ ἁπλῶς εἴρηται, ἢ μελῴδημα, ἢ ᾆσμα κατὰ τοὺς λοιπούς. Τὸ δὲ, εἰς τέλος, ἀναγκαίως πρόκειται, διὰ τὸ ἐν ὑστέροις χρόνοις μέλλειν ἀποπληροῦσθαι τὴν πρόῤῥησιν. Προστάττει δὲ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τοῦ Ἀγαπητοῦ, καὶ περὶ