131
τῶν τούτου κηρύκων, πᾶσι τοῖς ἔθνεσιν εὐφροσύνης σύμβολα πράττειν, διὰ τοῦ κροτεῖν μὲν τὰς χεῖρας ὡς ἐπὶ γάμοις συντελουμένοις νυμφίου καὶ νύμφης· ἀλαλάζειν δὲ τῷ Θεῷ, ὡς ἐπὶ βασιλέως εὐφημουμένου ἐπὶ τῇ κατὰ τῶν πολεμίων νίκῃ. Καὶ εἰκότως μετὰ τὴν κατὰ τῶν πολεμίων νίκην τοῦ Σωτῆρος, νύμφην ἑαυτοῦ δηλαδὴ τὴν Ἐκκλησίαν ἀπειληφότος, πάντας παρακαλεῖ τὸ Πνεῦμα τὸ ἅγιον σπεύδειν ἐπὶ τὴν ἑορτήν. ∆ιὸ βοᾷ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι λέγον· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τὸ δ' αἴτιον τῆς παρακελεύσεως διδάσκει ἑξῆς φάσκον· Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Πρότερον μὲν γὰρ Κύριος αὐτὸς ὁ ὕψιστος μόνων τῶν κατ' οὐρανὸν ἐβασίλευεν· ἠγνοεῖτο δὲ τοῖς ἐπὶ τῆς γῆς, ὅτε δαίμονες ἐκράτουν ἐπὶ γῆς ἀνθρώπων· νυνὶ δὲ διὰ τοῦ Ἀγαπητοῦ ἐπέλαμψε τοῖς ἐπὶ γῆς τὴν αὐτοῦ χάριν καὶ αὐτὸς ὁ Ὕψιστος, φοβερὸς γέγονεν ἐκείνοις τοῖς πολεμίοις τοῖς τὴν πολύθεον ἐνεργοῦσι πλάνην· πάντας γὰρ αὐτοὺς ἤλασε, καὶ μακρὰν τῆς τῶν ἀνθρώπων ἐποίησεν ἀγέλης. Σχολῆς δὲ γενομένης, βασιλεὺς μέγας τῶν ἐπὶ πᾶσαν τὴν γῆν ἐθνῶν ἀνεκηρύττετο. ∆ιὸ τοῖς βασιλευομένοις κροτεῖν ταῖς χερσὶν ὁ λόγος παρακελεύεται, τουτέστιν ἔργοις καὶ πράξεσι· ὥσπερ εἰ φωνὰς ἀφιέναι ἀξίας τῆς τοῦ Ὑψίστου βασιλείας, καὶ ἀλαλάζειν δὲ αὐτῷ ἐν φωνῇ ἀγαλλιάσεως 23.416 προστάττει, ὡς ἂν μὴ μόνον ἔργοις καὶ βίῳ, ἀλλὰ καὶ δόγμασιν ὀρθοῖς καὶ θεολογίαις ἀνυμνεῖν αὐτόν. Ὑπέταξε τοὺς λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ὅτι τοῖς υἱοῖς Κορὲ οὔτε λαοὶ ὑπετάγησαν, οὔτε ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν γεγένηνται, παντί τῳ δῆλον. Οὐκοῦν ὡς ἐκ προσώπου τῶν ἀποστόλων ταῦτα εἴρηται. Οὗτοι γὰρ προσταχθέντες ὑπ' αὐτοῦ τοῦ Σωτῆρος μαθητεῦσαι πάντα τὰ ἔθνη, ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐμπνευσθέντες, τὴν εἰς πάντα τὰ ἔθνη πορείαν στειλάμενοι, διῆλθον καὶ τὰ βάρβαρα φῦλα, καὶ τὴν οἰκουμένην διέδραμον σύμπασαν. Εἰκότως οὖν ἐξ αὐτῶν προσώπου τοῖς τὸ κήρυγμα παραδεξαμένοις λέγεται ταῦτα· Ὅτι εἰ καὶ μὴ σώματι καταλαμβάνεται καὶ σαρκὸς ὀφθαλμοῖς ὁ ὑφ' ἡμῶν κηρυττόμενος Κύριος· ἀλλ' αὐτῷ ἔργῳ μάθετε τίς ποτέ ἐστι καὶ πηλίκος οὗτος. Οὐχ ὁρᾶτε τοὺς κήρυκας ἡμᾶς τίνες ἐσμὲν καὶ ὁποῖοι ἄνδρες εὐτελεῖς καὶ ἰδιῶται; ὅμως γοῦν τοσοῦτον ὁ δι' ἡμῶν ἰσχύει λόγος, ὡς τὴν σύμπασαν οἰκουμένην πληρῶσαι. Πόθεν οὖν ἡ τοσαύτη δύναμις, ἡ ὑποτάξασα ἡμῖν λαοὺς καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τοὺς μὲν προτέρους λαοὺς τοὺς πειθηνίους γενομένους τῇ ἡμετέρᾳ διδασκαλίᾳ· τὰ δὲ ἔθνη τοὺς ἔτι ἐν ἀπιστίᾳ μείναντας· οὓς ἐπαναστάντας πολλάκις, καὶ πολεμῆσαι βεβουλημένους ἡμᾶς τε καὶ τὸν ὑφ' ἡμῶν κηρυττόμενον λόγον, ὁ μέγας Βασιλεὺς ὑπέταξε τοῖς ἡμετέροις ποσὶν, ὡς ἐπελθεῖν ἡμᾶς καὶ ἐπιβῆναι αὐτοῖς; Αὐτίκα δ' οὖν καὶ μὴ βουλομένων αὐτῶν ἡμεῖς ἐν μέσαις ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις τῷ ἡμετέρῳ Θεῷ συνεστησάμεθα Ἐκκλησίας. Ἐξελέξατο δὲ ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, ἣν ἐπηγγείλατο τῷ ἑαυτοῦ Ἀγαπητῷ εἰπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ταύτην οὖν δηλαδὴ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἡμῖν τοῖς ἀποστόλοις αὐτοῦ ἐκλεξάμενος διένειμεν. Ἐκλεκτὴ γάρ ἐστιν αὕτη, κατ' ἐκλογὴν ἐκ πάντων τῶν ἐθνῶν ὑποστᾶσα, καὶ οὐ κατὰ διαδοχὴν γένους. Ἀντὶ δὲ τοῦ, κληρονομίαν ἑαυτοῦ, οἱ λοιποὶ, τὴν κληρονομίαν ἡμῶν, ἢ, τὴν κληρουχίαν ἡμῶν, ἐκδεδώκασιν. Ὥσπερ γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ τὴν γῆν ἐπαγγελίας κλήρῳ διενείμαντο οἱ μετὰ Ἰησοῦ τοῦ Ναυῆ, τοὺς πρὶν οἰκήτορας ἐκβάλλοντες, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς τοῦ Θεοῦ βασιλείας κήρυκες, τὴν σύμπασαν οἰκουμένην διελθόντες, κατεκληρώσαντο τοὺς προλεχθέντας λαοὺς, τοὺς ἀφανεῖς καὶ ἀοράτους πολεμίους ἐλάσαντες. Ταύτην τὴν κληρονομίαν τὴν