132
καλλονὴν Ἰακὼβ εἶναί φησιν· ἢ κατὰ τὸν Ἀκύλαν, τὸ ὑπερφερὲς Ἰακώβ· κατὰ δὲ τὸν Σύμμαχον, τὸν ἐνδοξασμὸν Ἰακώβ· κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, τὸ καύχημα Ἰακώβ. Ἡ γὰρ Ἐκκλησία Χριστοῦκαύχημα καὶ δόξα τοῦ παλαιοῦ προφήτου Ἰακὼβ γέγονε διὰ τὰς αὐτοῦ Ἰακὼβ περὶ τῶν ἐθνῶν προαναφωνήσεις· ἀδοξία γὰρ ἦν αὐτῷ τὸ μὴ ἐπαληθεῦσαι αὐτοῦ τοὺς λόγους· τὸ δὲ εἰς ἔργα κεχωρηκέναι δόξα καὶ καύχημα αὐτοῦ. 23.417 Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Μετὰ τῶν ἄλλων τῶν προλεχθέντων, καὶ ἄρχοντες λαῶν ὑπὸ μίαν συνήχθησαν Ἐκκλησίαν, γενόμενοι λαὸς τοῦ Θεοῦ Ἀβραάμ· οὕτως γὰρ ἡρμήνευσε θαυμαστῶς ἀποδοὺς ὁ Σύμμαχος εἰπών· Ἄρχοντες λαῶν ἠθροίσθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Οἱ γὰρ πάλαι ἄρχοντες τῶν λαῶν οἱ εἰδωλολάτραι, καὶ πάσῃ δεισιδαιμονίᾳ πλάνης ἐκδεδομένοι, οὗτοι λαοὶ γεγόνασι τοῦ Θεοῦ Ἀβραὰμ, τὸν Θεὸν Ἀβραὰμ ἐπιγνόντες, καὶ τοῦτον ἐν ταῖς εὐχαῖς ἀναβοώμενοι, καὶ μετ' αὐτοῦ ποιούμενοι τὴν σύνοδον. Καὶ ὁ Θεοδοτίων δὲ, εἷς καὶ αὐτὸς τῶν ἐπιμελῶς ἑρμηνευσάντων τυγχάνων, ὁμοίως τῷ Συμμάχῳ ἡρμήνευσεν εἰπών· Ἄρχοντες λαῶν συνήχθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. ∆ιὰ τί δὲ οἱ Ἑβδομήκοντα, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, εἰρήκασι; Ἐπειδὴ ἡ Ἑβραϊκὴφωνὴ τοῖς αὐτοῖς στοιχείοις γράφει τὸ, μετὰ, καὶ τὸ, λαός. Εἴρηται γὰρ, ἀμ' Ἐλοΐμ· ὃ δύναται καὶ, μετὰ τοῦ Θεοῦ, λέγεσθαι, καὶ, λαὸς τοῦ Θεοῦ.
Ω∆Η ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΖʹ.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Τρεῖς μὲν οἱ πρῶτοι ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ συμφορᾶς καὶ λύπης περιεῖχον λόγους· ὁ δὲ τέταρτος μεταβολὴν ἐπὶ τὸ φαιδρότερον ἐδήλου· διὸ ᾠδὴ ἐτύγχανεν ὑπὲρ τοῦ Ἀγαπητοῦ· ὡσαύτως καὶ ὁ πέμπτος, ὑπὲρ τῶν κρυφίων ἦν· ἀλλὰ καὶ ὁ ἕκτος ὁμοίως ψαλμὸς ἦν. Ὁ δὲ μετὰ χεῖρας, μείζονα τῶν ἔμπροσθεν θεολογίαν περιέχων, εἰκότως Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ ἐπιγέγραπται· κατὰ τὸ αὐτὸ γὰρ οἱ μὲν διὰ φωνῆς ἀναβοῶντες ὕμνουν τὸν Θεὸν, οἱ δὲ δι' ὀργάνων μουσικῶν τὴν αὐτὴν ἀνεκρούοντο ᾠδὴν, τῷ μέλει σύμφωνον ποιούμενοι τὴν ἁρμονίαν. Ὕμνον δὲ ὑπὲρ τῆς Ἐκκλησίας ἀναπέμπουσι τῷ τὰς κατὰ τῶν πολεμίων νίκας ἀραμένῳ, καὶ τὴν Ἐκκλησίαν αὐτοῦ τῆς πικρᾶς καὶ χαλεπῆς δουλείας λυτρωσαμένῳ. Ὁ μὲν οὖν πρὸ τούτου παρεκελεύετο τοῖς ἔθνεσι κροτεῖν καὶ ἀλαλάζειν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ψάλλειν αὐτῷ, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλλειν τε συνετῶς, ἐπείπερ ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη. Ἔδει δὲ τοὺς κεκελευσμένους ταῦτα πράττειν, καὶ τὸν τρόπον τοῦ ἀλαλαγμοῦ, καὶ τὸν ψαλμὸν αὐτὸν ὡς παρὰ διδασκάλου μαθεῖν· διὸ ἀναγκαίως ὁ παρὼν λόγος τοῦτο διδάσκει. Παιδεύεται τοίνυν τὰ ἔθνη τὰ ἐξ ἀθεότητος ἐπὶ τὴν ἔνθεον διδασκαλίαν μεταβεβλημένα τὸν ἑαυτῶν θεολογεῖν Κύριον καὶ λέγειν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα· ἢ, καὶ ὑμνητὸς σφόδρα, κατὰ τοὺς λοιπούς. Νοήσεις δὲ ὅπως μέγας εἴρηται, ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ τὸν σύμπαντα περιαθρήσας κόσμον, κατὰ τὸν Ἡσαΐαν φήσαντα· Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· οὐ σωματικῷ με 23.420 γέθει, δυνάμει δὲ ἀκαταλήπτῳ ἀλλὰ καὶ σοφίᾳ μέγας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλανθρωπίᾳ, ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊκαῖς δυνάμεσι διὸ λέλεκται· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεται. Ἀθέους τινὰς ὄντας δαίμονας ἐπῳδῶν πεποιημένους ὁ τὴν ἑαυτοῦ