133
βασιλείαν ἐπὶ γῆν συστησάμενος, καὶ τὰ καθ' ἕκαστον τῶν ἔμπροσθεν κατηριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. Οὐ μόνον δὲ μέγας ἐστὶν, ἀλλὰ καὶ ὑμνητὸς σφόδρα· οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ' ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν, καὶ ἐν τῷ ὄρει ἁγίῳ αὐτοῦ. Ἐπείπερ οἱ ἔξω τῆς αὐτοῦ πόλεως, ἀμαθεῖς ὄντες τῆς ἐνθέου διδασκαλίας, οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν, οὐδ' ἐπαξίως θεολογεῖν· διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου· καὶ ἄλλοι ἄλλως πως περὶ Θεοῦ ἐδόξασαν ἀσεβῶς· καὶ διὰ τοῦτο, τῆς πόλεως ὄντες ἀλλότριοι τοῦ Θεοῦ, ἀποπεπτώκασι τοῦ ἀληθοῦς ὕμνου. Πόλις δὲ τοῦ Θεοῦ ἡμῶν ἡ Ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι' ὧν εἴρητο· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ ταῦτα μὲν περὶ τῆς κατὰ γῆν Ἐκκλησίας· περὶ ἧς εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δ' ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός· θέα ὅπως καὶ ἐν ταύτῃ μέγας καὶ ὑμνητὸς, καὶ αἰνετός ἐστι σφόδρα, κατ' ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος. Ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· Ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐῤῥιζωμένῳ, καὶ τῷ ἀγαλλιάματι πάσης τῆς γῆς. Ποῖον δ' ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας Ἀπόστολος διδάσκει λέγων· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὄρος δὲ τοῦ Θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. Ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας· τοῦτο γὰρ ἐδήλου ὁ πρὸ τούτου ψαλμὸς λέγων· Βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· εἰκότως καὶ ἐπὶ τῆς γῆς συνέστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστὰν κηρύγματος. Ὄρος δὲ τοῦ Θεοῦ ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν Λόγον τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν· ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμηται αὐτοῦ ἡ Ἐκκλησία· αὐτός τε ἦν ἡ πέτρα. Οὗτος οὖν καὶ ὄρος καὶ πέτρα καὶ θεμέλιος τῆς Ἐκκλησίας, αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα· Θεμέλιον 23.421 γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. ∆ιόπερ καὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ἐπέχειν λέγεται. Παρὰ μὲν οὖν τοῖς παλαιοῖς ἐλέγετο· Ἀπὸ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἐπεὶ δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἐπὶ τῆς γῆς συστᾶσα, ἤλασε τοὺς τὰ πλευρὰ τοῦ Βοῤῥᾶ πάλαι κρατοῦντας, καὶ τὸν ἐν αὐτοῖς λέβητα τὸν ὑποκείμενον ἔσβεσε, κρείττων τε γεγένηται τῶν κακῶν τῶν πάλαι τὸν Βοῤῥᾶν πληρούντων· εἰκότως ἐνταῦθα τὸ προλεχθὲν ὄρος διήκειν λέγεται ἐπὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Ἐπεὶ δὲ καὶ μέχρι τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν ἡ τοῦ βασιλέως ἐξεχύθη χάρις· δύο δὲ νοουμένων κατὰ τὰς γεωγραφίας τῆς ὅλης γῆς μερῶν, τοῦ μὲν κατὰ τὸ μεσημβρινὸν καὶ νότιον κλίμα, ὃ δή φασιν εἶναι τῆς ἀντοικουμένης· τοῦ δ' ἑτέρου κατὰ τὸ βόῤῥειον, ὃ οἰκοῦμεν ἡμεῖς· εἰκότως ὁ παρὼν λόγος τὴν καθ' ἡμᾶς οἰκουμένην σημαίνων τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ὠνόμασεν. Ἄλλως δὲ οὐκ ἔστι ταῦτα δέξασθαι ἢ μόνως οὕτως· ἐπειδήπερ ἡ Ἐκκλησία τοῦ Θεοῦ, πεπληρωκυῖα τὰ πλευρὰ τοῦ Βοῤῥᾶ καὶ πᾶσαν τὴν βόῤῥειον οἰκουμένην, ὀφθαλμοῖς ὁρᾶται· διὰ λέλεκται· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. Πάλιν κἀνταῦθα σημεῖα τῆς παρουσίας τοῦ Θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ τῇ