134
προλεχθείσῃ δίδωσιν. Ὥσπερ γὰρ ἐν τοῖς ἀνωτέρω εἴρητο· Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ· τὸν αὐτὸν τρόπον καὶ νῦν τὸ ἐναργὲς τῆς παρουσίας τοῦ Θεοῦ ἐν τῇ πόλει αὐτοῦ παρίστησι λέγων· Ὁ Θεὸς ἐν βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἀντὶ δὲ τοῦ, Ἐν ταῖς βάρεσιν αὐτῆς, ὁ Σύμμαχος· Ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται, εἴρηκεν. Ἀφανοῦς γὰρ ὄντος τοῦ Θεοῦ καὶ ἀοράτου, τότε μάλιστα ἡ παρουσία αὐτοῦ γινώσκεται, ὅταν, πολεμίων ἐπιθεμένων τῇ αὐτοῦ πόλει, τὴν ἀντίληψιν αὐτῇ παρέχει. Βάρεις δὲ τῆς πόλεως τίνας ἂν εἴποις ἢ τὰς ἀφωρισμένας κατὰ χώρας καὶ κατὰ τόπους ἐκκλησίας; Τὸ μὲν γὰρ πᾶν θεοσεβὲς πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης συνεστὼς ἡ μεγάλη νοεῖται πόλις τοῦ βασιλέως· αἱ δὲ κατὰ τόπον ἐκκλησίαι τυγχάνουσιν αἱ βάρεις, ὧν μέσος ἀεὶ ὢν ὁ εἰρηκὼς Θεός· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε γινώσκεται, ἐπειδὰν, πολεμίων ἐπιθεμένων, ἀντιλαμβάνηται τῆς ἑαυτοῦ πόλεως καὶ τῶν βάρεων αὐτῆς. Ἑξῆς τούτοις συνῆπται ἡ τῶν πολεμίων κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἔφοδος· εἴρηται· Ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ, φησὶν, οἱ βασιλεῖς συνετάξαντο, ἦλθον ὁμοῦ. Ποῖοι δὲ βασιλεῖς ἢ οἱ ἐχθροὶ τοῦ θεοσεβοῦς πολιτεύματος συνετάξαντο 23.424 ἀλλήλοις καὶ νόμους ἐγγράφους ἔθεντο τοῦ πολεμεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ; Πλὴν τὸ μέγα θαῦμα τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς γινωσκομένου Θεοῦ τότε δείκνυται, ἐπειδὰν οἱ βασιλεῖς, συναχθέντες, πόλεμον ἄρωνται κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, διωγμούς τε κινοῦντες, καὶ μυρίας ἐπιβουλὰς κατ' αὐτῆς βουλευόμενοι, μηδὲν ἰσχύωσι. ∆ιὸ ἐπιλέγει· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν· ἔργῳ γὰρ τὴν δύναμιν αὐτοῦ παραλαβόντες, οὕτως ἐθαύμασαν, πρὸ τούτου μὴ θαυμάσαντες. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ πολέμιοι καταστάντες· Ἐσαλεύθησάν τε καὶ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Λοιπὸν γὰρ ὑπέπιπτεν αὐτῶν τοῖς ὀφθαλμοῖς ὁ περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγος, τοῦ ὑπ' αὐτῶν πολεμουμένου. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐξεπλάγησαν, φρίκη κατέσχεν αὐτοὺς, ὠδῖνες ὡς τικτούσης. Ὤδινον γὰρ κατὰ τὸ λελεγμένον· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα δι' ἔργων πληρούμενα ὀφθαλμοῖς αὐτοῖς ἡμεῖς παρειλήφαμεν· ἃ καὶ εἰκὸς τοῖς μεθ' ἡμᾶς ἀπίστοις μηδὲ ἀκοῇ πιστεύεσθαι λεγόμενα. Πάντες γοῦν οἱ καθ' ἡμᾶς τῆς Ἐκκλησίας τοῦ Θεοῦ πολέμιοι καταστάντες, ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ τύραννοι, θεηλάτοις μάστιξιν αἰκισθέντες· οἱ μὲν σήψεις τοῦ σώματος ὑπέμειναν, ὡς καὶ σκώληκας ἐξ αὐτῶν ἔτι ζώντων μετ' ἀφορήτου δυσωδίας βρύειν· οἱ δὲ τὰς ὄψεις ἔτι ζῶντες ἐπηρώθησαν, ὡς καὶ εἰς συναίσθησιν ἐλθεῖν τῆς καταλαβούσης αὐτοὺς θεηλάτου μάστιγος, παλινωδίαν τε ᾆσαι καὶ τὸν τῆς Ἐκκλησίας Θεὸν μέγαν εἶναι καὶ ἀληθῆ καὶ μόνον Κύριον ὁμολογῆσαι· προστάξαι δὲ σὺν πολλῇ σπουδῆ ἀνανεοῦσθαι καὶ οἰκοδομεῖν τὴν πάλαι πρὸς αὐτῶν πολεμηθεῖσαν τοῦ Θεοῦ πόλιν. Τὸ δ' ἑξῆς εἰρημένον· Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς· ἢ κατὰ τὸν Ἀκύλαν· Ἐν πνεύματι καύσωνος συντρίβεις νῆας Θαρσεῖς· ἢ κατὰ τὸν Σύμμαχον· ∆ι' ἀνέμου βιαίου κατάξεις ναῦς Θαρσεῖς· νοήσεις ἐπιστήσας ὡς νῆες Θαρσεῖς ἐλέγοντο πλοῦτον μέγαν φέρειν τῷ Σολομῶντι ποτὲ κατὰ τὴν ἱστορίαν τὴν ἐν ταῖς Βασιλείαις κειμένην. Οὕτως οὖν καὶ τῶν προλεχθέντων βασιλέων τὸν πλοῦτον καὶ τὴν δυναστείαν συντριβήσεσθαι, ὁλόστολόν