135
τε καὶ κατὰ βυθῶν χωρήσειν, παντελῶς τε ἀφανισθήσεσθαι, ὁ λόγος ᾐνίξατο διὰ τῶν νηῶν Θαρσεῖς τῶν συντριβομένων. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Οἱ πάλαι μὲν ἤκουον αὐτὸ μόνον τῶν προφητικῶν φωνῶν ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων· νυνὶ δὲ αὐτοῖς πράγμασι τὰ ἀποτελέσματα τῶν προῤῥήσεων ὀφθαλ 23.425 μοῖς ὁρῶντες φασί· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. ∆ιὸ τοῖς ταῦτα φάσκουσιν ἔλεγεν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε· καὶ, Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Ἁρμόζοι δ' ἂν καὶ ἡμῖν ἡ τοιαύτη φωνὴ, τὰ ὅμοια τεθεαμένοις κατὰ τοὺς ἡμετέρους χρόνους· ἃ δὴ καὶ ἐπληροῦτο ἐν τῇ προλεχθείσῃ πόλει, ἣν οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Θεὸς ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Μάλιστα γὰρ τότε αὐτῆς φαίνεται ὁ θεμέλιος αἰώνιος, ἥ τε οἰκοδομὴ οὐκ ἐξ ἀνθρώπων ἱδρυμένη, ἀλλ' ἐξ αὐτοῦ τοῦ Θεοῦ, ἐπειδὰν, τοσούτων πολεμίων πολιορκούντων, ἀήττητος καὶ ἀκαθαίρετος διαμένῃ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ἐπειδήπερ ἡ δεξιὰ αὐτοῦ, ἡ εὐεργετικὴ καὶ πάντων τῶν ἀγαθῶν πάροχος, πεπλήρωται ἰσότητος καὶ δικαιοσύνης, οὐκ ἔστι τε προσωποληψία παρ' αὐτῷ· εἰκότως τὸ Εὐαγγέλιον πᾶσιν ἐκηρύττετο τοῖς ἔθνεσι. ∆ιό φησιν ὁ Ἀπόστολος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. ∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. ∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Τούτοις ἀκολούθως ἐπιλέγεται ἑξῆς· Εὐφρανθήτω ὄρος Σιών· τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐφ' ᾧ τεθεμελίωτο ἡ Ἐκκλησία. Ἡ πέτρα οὖν καὶ τὸ ὄρος αὐτὸς ἦν ὁ Χριστός. Χαίρει τοίνυν καὶ πάσης εὐφροσύνης πληροῦται ἐπὶ τῇ μεγάλῃ ἐπ' αὐτῷ οἰκοδομῇ, καὶ τῇ ἀκαταμαχήτῳ πόλει, καὶ συγχαίρει τοῖς σωζομένοις ὁ σώζων αὐτοὺς Κύριος· ἀλλὰ καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἀγαλλιῶνται ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ. Τίνες δ' ἂν εἶεν αὗται ἀλλ' ἢ αἱ ἀποστολικαὶ ψυχαὶ καὶ πᾶς ὁ τῶν μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χορὸς ἐξ Ἰουδαίων γεγενημένος; Ἔχαιρόν γε μὴν καὶ πάσης ἀγαλλιάσεως καὶ θυμηδίας ἐπληροῦντο διὰ τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ἐπείπερ δι' αὐτῶν πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι καὶ πᾶσιν ἀνθρώποις ἐκηρύττετο τὸ σωτήριον Εὐαγγέλιον. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τὰ μὲν προλεχθέντα πάντα θεολογίαν περιέχει τοῦ τὰ τοσαῦτα ἐν ἀνθρώποις κατωρθωκότος· τὰ δὲ προκείμενα προσφωνεῖται εἰς πρόσωπόν τινων, ὡς ἂν τὴν προλεχθεῖσαν πόλιν τοῦ Θεοῦ διαλάβοιεν κυκλώσαντες αὐτὴν, καὶ ταῖς χερσὶ περιλαβόντες· ὡς ἂν, πανταχόθεν αὐτὴν περιστοιχισάμενοι, φυλάττοιεν. Τίσι δὲ ἆρα προστάττεται ταῦτα ποιεῖν; Οἶμαι, ὅτι ταῖς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις. Τούτοις οὖν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ λέγον· Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν· ἤγουν, περιτειχίσατε, κατὰ τὸν Σύμμαχον. Ἀντὶ 23.428 δὲ τοῦ· ∆ιηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος· Ἀριθμήσατε. Μάλιστα γὰρ τὰ ἐξοχώτατα τῶν οἰκοδομημάτων καὶ τὰ ὀχυρώτατα τῆς πόλεως, ὡς ἂν κρείττονα καὶ τῶν λοιπῶν ἀναγκαιότερα, δέδοται σὺν ἀριθμῷ τοῖς εἰρημένοις φρουροῖς φυλάττειν ἐπιμελῶς, ὡς ἂν παραδῶσιν ἔμπαλιν σῶον καὶ πλήρη ὃν παρειλήφασι ἀριθμόν. Νοήσεις δὲ τὸ λεγόμενον ἀπὸ τῆς σωτηρίου φωνῆς, δι' ἧς τοῖς αὐτοῖς μαθηταῖς καὶ ἀποστόλοις, τοῖς ὡσπερεὶ πύργοις ἐξέχουσι καὶ διαφέρουσι τῆς