136
λοιπῆς οἰκοδομῆς, ἔλεγεν· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Ὁ γὰρ εἰς τοσοῦτον ὕψος αὐτοὺς ἐπάρας, καὶ πύργους τῆς Ἐκκλησίας αὐτοῦ καταστήσας, ὡς ἂν μή τινα πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, μείζοσιν αὐτοὺς φύλαξιν, ἁγίοις ἀγγέλοις, παραδίδωσιν. Ἔνθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, εἰδότες, ὡς ἕκαστος τῶν μαθητῶν τοῦ Σωτῆρος ἀγγέλοις τισὶ παραδέδοται τῆς παιδίσκης ἀπαγγειλάσης, ὡς ἄρα Πέτρος εἴη ὁ τὴν θύραν παίσας, οἱ λοιποὶ μαθηταὶ ἔφασαν· Μήποτε ἄγγελος αὐτοῦ ἐστι; ∆ιδάσκει δ' οὖν καὶ περὶ τῶν μικρῶν ἐν τῇ Ἐκκλησίᾳ ὁ Σωτὴρ λέγων· Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰκότως οὖν προστάττει ὁ παρὼν λόγος τούτοις αὐτοῖς λέγων· Ἀριθμήσατε τοὺς πύργους αὐτῆς· εἶθ' ἑξῆς τό· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· κατὰ δὲ τὸν Σύμμαχον· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὸν περίβολον αὐτῆς· διαμετρήσατε τὰ βασίλεια αὐτῆς. Πάντα ταῦτα προστάττονται ποιεῖν οἱ φρουροὶ τῆς Ἐκκλησίας Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ποίας δὲ βάρεις φησὶν, ἢ περὶ ὧν καὶ ἀνωτέρω ἐλέγετο· Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς; Ἐλέγομεν δὲ πόλιν μὲν νοεῖσθαι πᾶν τὸ θεοσεβὲς πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης, βάρεις δὲ αὐτῆς τὰς κατὰ μέρος καὶ κατὰ τόπον ἐκκλησίας. Αὐτὸς οὖν ταύτας τὰς κατὰ μέρος ὁ παρὼν προστάττει λόγος καταδιελέσθαι. Βούλεται γὰρ ἕκαστον τῶν ἀγγέλων ἀφωρισμένως ἐκκλησιῶν τινων φρουρὸν ἐπιστῆσαι. Εἶτ' ἐπιλέγει τούτοις· Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἀγγέλων γὰρ ἦν τὸ εἰς γενεὰς διαφόρους δύνασθαι τὰς ἀρετὰς τοῦ Θεοῦ διηγήσασθαι. Καὶ ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὑμεῖς μὲν γὰρ φρουροὶ ἂν εἴητε καὶ ὥσπερ ποίμνης φύλακες· ὁ δὲ τῶν θρεμμάτων ποιμὴν ἄλλος ἂν εἴη. Τίς δὲ οὗτος ἢ ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός; ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ ΜΗʹ. Ἔδει δὲ τοὺς υἱοὺς Κορὲ, τὰ πρῶτα κατὰ καιρὸν ἐκθεμένους, καὶ τὰ δεύτερα εὐαγγελισαμένους, ἐπὶ τούτοις τε τὴν τῶν ἐθνῶν κλῆσιν κηρύξαντας, τὰ περὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραδόντας, μετὰ πάντα διαμαρτύρεσθαι τὰ περὶ τῆς συντελείας τοῦ παρόντος βίου καὶ τοῦ θείου δικαιωτηρίου· ἐν ᾧ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ πάντες παραστη 23.429 σόμεθα τῷ βήματι τοῦ Θεοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτ' ἀγαθὸν, εἴτε φαῦλον. Ἀναγκαίως τοίνυν πάντα καλεῖ τὰ ἔθνη ἐπὶ τὴν τῶν λεχθησομένων ἀκρόασιν. Ὡς γὰρ ἐπὶ τὴν σωτηρίαν πᾶν γένος ἀνθρώπων παρεκάλει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὴν διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ἀνακαλεῖται φάσκων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐπειδὴ τῶν ἐθνῶν τὰ μὲν ἀγριώτερα τυγχάνει ἐν ἐρήμοις σκηνοποιούμενα, τὰ δὲ τὸν πολιτικὸν μετέρχεται βίον καὶ τὰς γεωργουμένας χώρας οἰκεῖ, ἀναγκαίως διαστολῇ κέχρηται, καὶ μετὰ τὴν κοινὴν κλῆσιν τῶν ἐθνῶν, ἴδιον εἰσάγει τάγμα τὸ τῶν οἰκούντων τὴν οἰκουμένην· διό φησιν· Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, οἱ κατοικοῦντες τὴν κατάδυσιν· οὕτω δὲ καλεῖ τὰς πόλεις καὶ τὰς κώμας καὶ τοὺς οἴκους, ἐν οἷς καταδύνουσιν οἱ ἐν αὐτοῖς κατοικοῦντες. Εἶτα πάλιν διαιρεῖ τοὺς οἰκήτορας τῆς γῆς φάσκων· Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων· ἐπεὶ μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τὸ οἰκετικὸν γένος προσίεται ἐπὶ τὴν ἀκρόασιν, ἢ τοὺς